Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/95

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΑΛΕΑΙΒΙΛΔΗΙΣ 03

ἐνδειξάμενος δὲ οὐδὲν ὅ τι οὐ παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλτιίζω μέγιστον δυνήσεσθαι, ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι, καὶ οὔτε ἐπίτροπος οὔτε συγγενὴς οὔτ᾽ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι τὴν δύναμιν ἧς ἐπιθυ- μεῖς τιλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι. » Νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ τιρὶν τοσαύτης ἐλτιίδος γέμειν. ὡς ἐμοὶ δοκεῖ. οὐκ εἴα ὃ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην διαλεγοίμην᾽ νῦν δ᾽ ἐφῆκεν" νῦν γὰρ ἄν μου ἄκούσαις.

ΑΛ. Πολύ γέ μοι, ὦ Σώκρατες, νῦν ἀτοπώτερος αὖ φαίνῃ, ἐπειδὴ ἤρξω λέγειν, ἢ ὅτε σιγῶν εἵπου" καίτοι σφόδρα γε ἦσθ᾽ ἰδεῖν καὶ τότε τοιοῦτος. Εἰ μὲν οὖν ἐγὼ ταῦτα διανοοῦ- μαι ἢ μή, ὡς ἔοικε, διέγνωκας, καὶ ἐὰν μὴ φῶ, οὐδέν μοι ἔσται τιλέον πρὸς τὸ πείθειν σε’ εἶεν᾽ εἰ δὲ δὴ ὅ τι μάλιστα ταῦτα διανενόημαι, πῶς διὰ σοῦ μοι ἔσται καὶ ἄνευ σοῦ οὐκ ἂν γένοιτο : ἔχεις λέγειν :

ΣΩ. “Ἀρ᾽ ἐρωτᾶς εἴ τιν᾽ ἔχω εἰπεῖν λόγον μακρόν, οἵους δὴ ἀκούειν εἴθισαι ; οὐ γάρ ἐστι τοιοῦτον τὸ ἐμόν" ἀλλ᾽ ἐν- δείξασθαι μέν σοι, ὧς ἐγῷμαι, οἷός τ᾽ ἂν εἴην ὅτι ταῦτα οὕτως ἔχει, ἐὰν ἕν μόνον μοι ἐθέλῃς βραχὺ ὑπηρετῆσαι.

ΑΛ. ᾿Αλλ᾽ εἴγε δὴ μὴ χαλεπόν τι λέγεις τὸ ὑπηρέτημα. ἐθέλω.

ΣΩ. “Ἢ χαλεπὸν δοκεῖ τὸ ἀποκρίνεσθαι τὰ ἐρωτώμενα ;

ΆΛ. Οὐ χαλεπόν.

ΣΏΩ. ᾿Αποκρίνου δή.

ΑΛ. ᾿Ερώτα.

ΣΩ. Οὐκοῦν ὡς διανοουμένου σου ταῦτα ἐρωτῶ ἅ φημί σε διανοεῖσθαι:

ΑΛ. Ἔστω, εἶ βούλει, οὕτως, ἵνα καὶ εἰδῶ ὅ τι ἐρεῖς.

ΣΩ. Φέρε δή’ διανοῇ γάρ, ὡς ἐγώ φημι, παριέναι συμ- δουλεύσων ᾿Αθηναίοις ἐντὸς οὐ πολλοῦ χρόνου. Εἶ οὖν μέλ- λοντός σου ἴέναι ἐπὶ τὸ βῆμα λαθόμενος ἐροίμην" « “Ὦ ᾿Αλκι-

Ε τ οὐδὲν ὅ τ' Ῥτοοΐαε: ὅτ' οὐδὲν ὅτι οοὐά. [|9 3 παντὸς Β : παντὸς μᾶλλον ΤΎ {106 ἃ 2 αὐ ΚΒ : οπι. Τ [Ὁ ἡ ἐθέλῃς Β : ἐθελήσης Τ || Ὦ ἡ ἡ Βυϊάππ : εἰ ΒΤ [{ο 8 ὅ τ' 1}: ὅ τ' χαὶ Τ'

106 �