Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/93

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΑΝΙΒΙΆΔΗΣ 02

τούτοις καταθιῶναι. πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς γε δὴ ἐμαυτὸν πείθω" νῦν δ᾽ ἕτερ᾽ αὖ κατηγορήσω διανοήματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώση ὅτι προσέχων γέ σοι τὸν νοῦν διατετέλεκα. Δοκεῖς γάρ μοι. εἴ τίς σοι εἴποι θεῶν" « Ὦ ᾿Αλκιβιάδη. πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις ἢ αὐτίκα τεθνάναι. εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι ; » δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι" ἀλλὰ νῦν ἐπὶ τίνι δῆ ποτε ἐλπίδι ζῆς, ἐγὼ φράσω. “Ἡγῆ, ἐὰν θᾶττον εἰς τὸν ᾿Αθηναίων δῆμον παρ- έλθης --- τοῦτο δ᾽ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν ---- παρελθὼν οὖν ἐνδείξεσθαι ᾿Αθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι ὡς οὔτε Περικλῆς οὔτ᾽ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων, καὶ τοῦτ᾽ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἔν τῇ πιόλει᾽" ἐὰν δ᾽ ἐνθάδε μέγιστος ἧς. καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι. καὶ οὐ μόνον ἐν “Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις ὅσοι ἐν τῇ αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. Καὶ εἰ αὖ σοι εἴποι ὃ αὐτὸς οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ, διαβῆναι δὲ εἰς τὴν ᾿Ασίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι τοῖς ἐκεῖ τιράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδ᾽ ἐπὶ τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς δυνάμεως πάντας. ὡς ἔπος εἰπεῖν, ἀνθρώπους" καὶ οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον λόγου γεγονέναι, Ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα. εὖ οἶδα καὶ οὐκ εἰκάζω. Ἴσως ἂν οὖν εἴποις. ἅτε εἰδὼς ὅτι ἀληθῆ λέγω- « Τί δὴ οὖν, ὦ Σώκρατες. τοῦτ᾽ ἐστί σοι πρὸς λόγον ὃν ἔφησθα ἐρεῖν. δι΄ ὃ ἐμοῦ οὐκ ἀπαλλάττη ;: » ἐγὼ δέ σοί γεἐρῶ" «Ὦ φίλε τιαῖ Κλεινίου καὶ Δεινομάχης. τούτων γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ ἐμοῦ ἀδύνατον" τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ πράγματα καὶ εἷς σέ᾽ διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει. “Ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι αὐτῇ παντὸς ἄξιος εἶ,

408 ὁ 3 ᾿Ασίαν Τ: ᾿Λπίην Β || ἃ 8 Δεινομάχης ΤᾺ: Δεινοιένης 1} 1} ἃ 8 ἰνδείξχσθα.... --α δυνήσετθα: (ὁ 1ὴ ΤΙΝ : οπι. 1}.

105

ἃ �