ΙΙΙΙΙΙΛΣ ΕΛΑΤἹῺΧ 64
ΣΩ. Τί δέ; τὴν ἡμετέραν αὐτῶν οὔ βουλοίμεθ’ ἂν ὧς βελτίστην ἐκτῆσθαι;
…. Nat. ’
ΣΩ. Οὐκοῦν βελτίων ἔσται ἐὰν ἑκοῦσα κακουργῇ τε καὶ ἐξαμαρτάνῃ, ἢ ἐὰν ἄκουσα :
ΙΠ. Δεινὸν μεντᾶν εἴη, ὃ Σώκρατες, εἰ οἱ ἑκόντες ἀδι- κοῦντες βελτίους ἔσονται ἢ οἱ ἄκοντες.
ΣΩ. Ἀλλὰ μὴν φαίνεταί γε ἐκ τῶν εἰρημένων.
ΙΠ. Οὔκουν ἔμοιγε.
ΣΩ. Ἐγὼ δ’ ᾤμην, ὃ Ἱππία, καὶ σοὶ φανῆναι. Πάλιν δ’ ἀπόκριναι· ἡ δικαιοσύνη οὐχὶ ἢ δύναμίς τίς ἐστιν ἢ ἐπιστήμη ἢ ἀμφότερα ; ἢ οὐκ ἀνάγκη ἔν γέ τι τούτων εἶναι τὴν δικαιοσύνην ;
ln. Ναί.
ΣΩ. Οὐκοῦν εἰ μὲν δύναμίς ἐστι τῆς ψυχῆς ἡ δικαιο- σύνη, ἡ δυνατωτέρα ψυχὴ δικαιοτέρα ἐστι ; βελτίων γάρ που ἡμῖν ἐφάνη, ὦ ἄριστε, ἡ τοιαύτη. .
ΙΠ. Ἐφάνη γάρ.
ΣΩ. Τί δ’ εἰ ἐπιστήμη : οὐχ ἡ σοφωτέρα ψυχὴ δικαιο- τέρα, ἡ δ’ ἀμαθεστέρα ἀδικωτέρας
<ΙΠ. Ναί.>
ΣΩ. Τί δ’ εἰ ἆμφότερα; οὐχ ἡ ἀμφοτέρας ἔχουσα, ἐπιστήμην καὶ δύναμιν, δικαιοτέρα, ἡ δ’ ἀμαθεστέρα ἀδι- κωτέρα ; οὐχ οὕτως ἀνάγκη ἔχειν ;
ΙΠ. Φαίνεται.
ΣΩ. Οὐκοῦν ἠ δυνατωτέρα καὶ σοφωτέρα αὕτη ἀμείνων οὖσα ἐφάνη καὶ ἀμφότερα μᾶλλον δυναμένη ποιεῖν. καὶ τά καλὰ καὶ τὰ αἰσχρά, περὶ πᾶσαν ἐργασίαν ;
ΙΠ. Ναί.
ΣΩ. ιΌτιιν ἄρα τὰ αἰσχρὰ ἐργάζηται, ἑκοῦσα ἐργάζεται διὰ δύναμιν καὶ τέχνην· ταῦτα δὲ δικαιοσύνης φαίνεται,
ἤτοι ἀμφότερα ἢ τὸ ἕτερον.
” e 7 ΙΙΙ. Ναί add. rccc. : nm. T“'F.
376