Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/69

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΙΙΙΙΙΙΑΣ ΕΛΑΤἸῺΝ 43

ΙΠ. Ναί. ΣΩ. Τῇ ἀμείνονι ἄρα ψυχῇ ’ίτιπου τὰ τῆς ψυχῆς ἔργα ταύτης τὰ πονηρὰ ἑκουσίως ἂν ποιοῖ, τῇ δὲ τῆς πονηρᾶς

ἀκουσίως ; ΙΠ. Πάνυ γε.

ΣΩ. Οὐκοῦν καὶ κυνὸς καὶ τῶν ἄλλων ζῴων πάντων :

ln. Ναί.

ΣΩ. Τί δὲ δή; ἀνθρώπου ψυχὴν ,ἐκτῆσθαι τοξότου ἄμεινόν ἐστιν, ἥτις ἑκουσίως ἁμαρτάνει τοῦ σκοποῦ. ἢ ἥτις ἀκουσίως :

ΙΠ. ’Ἠτις ἑκουσίως. b

ΣΩ. Οὐκοῦν αὕτη ἀμείνων εἷς τοξικήν ἐστιν’,

ΙΠ. Ναί.

ΣΩ, Καὶ ψυχὴ ἄρα ἀκουσίως ἁμαρτάνουσα πονηροτέρα ἢ ἑκουσίως;

ΙΠ. Ἐν τοξικῇ γε.

ΣΩ. Τί δ’ ἐν ἰατρικῇ ; οὐχὶ ἡ ἑκοῦσα κακὰ ἐργαζομένη ’Περὶ τὰ σώματα ῗατρικωτέρα;

ΙΠ. Ναί.

ΣΩ. Ἀμείνων ἄρα αὕτη ἐν ταύτῃ τῇ τέχνῃ τῆς μή [ἰατρικῆςῙ.

ΙΠ. Ἀμείνων.

ΣΩ. Τί δέ; ἡ κιθαριστικωτέρα καὶ αὒλητικωτέρα καὶ τᾶλλα πάντα τὰ κατὰ τὰς τέχνας τε καὶ τὰς ἐπιστήμας, c οὐχὶ ἦ ἀμείνων ἑκοῦσα τὰ κακὰ ἐργάζεται καὶ τὰ αἰσχρὰ καὶ ἐξαμαρτάνει, ἡ δὲ πονηροτέρα ἄκουσα;

ΙΠ. Φαίνεται.

ΣΩ. Ἀλλὰ μήν που τάς γε τῶν δούλων ψυχὰς κεκτῆσθαι δεξαίμεθ’ ἂν μᾶλλον τὰς ἑκουσίως ἢ τὰς ἀκουσίως ἁμαρτα- νούσας τε καὶ κακουργούσας, ὣς ἀμείνους οὔσας εἰς

ταῦτα.

ΙΠ. Ναί.

a 8 πονηρᾶς W : πονηρίας Τ " !!; ἄμεινον F : ἀμείνονος T“ “ b 2 αὕτη TW : καὶ αὕτη F" b Il ἰατρικῆς sec]. Schlcîermachcr.