ΙΙΙῘΙΙΑΣ ΕᾹΑΤΤΩΝ 42
ΣΩ. Πότερον οῢν ἂν δέξαιο πόδας κεκτῆσθαι ἑκουσίως χωλαίνοντας ἢ ἀκουσίως ; ΙΠ. Ἑκουσίως.
ΣΩ. Χωλεία δὲ ποδῶν οὐχὶ πονηρία καὶ ἀσχημοσύνη ἐστίν ; ΙΠ. Ναί.
ΣΩ. Τί δὲ; ἀμ6λυωπία οὗ πονηρία ὀφθαλμῶν ;
ΙΠ. Ναί.
ΣΩ. Ποτερους οὖν ἂν βούλοιο ὀφθαλμοὺς κεκτῆσθαι καΙ. ποτέροις συνεῖναι; οἲς ἑκὼν ἄν τις ἀμ6λυώττοι καὶ παρο- ρῴη ἢ οἲς ἄκων ;
ΙΠ. Οΐς ἑκών.
ΣΩ. Βελτίω ἄρα ἥγησαι τῶν σαυτοῦ τὰ ἑκουσίως πονηρὰ ἐργαζόμενα ἢ τὰ ἀκουσίως ;
ΙΠ. Τὰ γοῦν τοιαῦτα.
ΣΩ. Οὐκοῦν πάντα, οἲον καὶ ὦτα καὶ ῥῖνας καὶ στόμα καὶ πάσας τὰς αἰσθήσεις. εἲς λόγος συνέχει, τὰς μὲν ἀκουσίως κακὰ ἐργαζομὲνας ἀκτήτους εἶναι ὧς πονηρὰς οὔσας, τὰς δὲ ἑκουσίως κτητὰς ὣς ἀγαθὰς οὔσας.
ΙΠ. Ἔμοιγε δοκεῖ.
ΣΩ. Τί δὲ; ὀργάνων ποτέρων βελτίων ἡ κοινωνία, οΐς ἑκών τις κακὰ. ἐργάζεται ἢ οἲς ἅκωνζ οἲον πηδάλιον, ᾧ ἄκων κακῶς τις κυ6ερνήσει, βέλτιον, ἣ ᾧ ἑκών ;
ΙΠ. Ὠι ἑκών ;
ΣΩ. OÙ καὶ τόξον ὡσαύτως καὶ λύρα καὶ αὐλοὶ καὶ τᾶλλα ξύμπαντα ;
ΙΠ. Ἀληθῆ λέγεις.
ΣΩ. Τί δὲ; ψυχὴν κεκτῆσθαι ἵππου, ᾗ ἑκών τις κακῶς ἱππεύσει, ἄμεινον ἢ <ᾒ> ἄκων;
ΙΠ. Ἠι ἑκών.
ΣΩ. Ἀμείνων ἄρα ἐστίν.
οιᾶκοὊ-Ῑςω Cobet: :?.er κως TF\\||37583 ἔμεινονΡε ἇμει ’νων Tw "field. Cois‘l.
d
375