Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/65

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΙΠΠΙΑΣ ΕΛᾹΤΤΩΝ ῆι ΙΠ. Ἐν δρόμῳ γε. .

ΣΩ. Τί δ’ ἐν πάλῃ ; πότερος παλαιστὴς ἀμείνων. ὃ ἑκὼν 374

πίπτων ἢ ὃ ἄκων :

ln. Ὁ ἑκών. ὧς ἔοικεν.

ΣΩ. Πονηρότερον δὲ καὶ αἴσχιον ἐν πάλῃ τὸ πίπτειν ἢ τὸ καταδάλλειν :

ΙΠ. Τὸ πίπτειν.

ΣΩ. Καὶ ἐν πάλῃ ἄρα ὃ ἑκὼν τὰ πονηρὰ καί αἰσχρὰ ἐργαζόμενος βελτίων παλαιστὴς ἣ ὃ ἄκων.

ΙΠ. Ἐοικεν.

ΣΩ. Τί δὲ ἐν τῇ ἄλλῃ πάσῃ τῇ τοῦ σώματος χρεία ; οὐχ ὃ βελτίων τὸ σῶμα δύναται ἀμφότερα ἐργάζεσθαι, καὶ τὰ ἰσχυρὰ καὶτὰ ἀσθενῆ, καί τὰ αἰσχρὰ καί τα καλάς ὥστε ὅταν κατὰ τὸ σῶμα πονηρὰ ἐργάζηται, ἑκὼν ἐργάζεται ὃ βελτίων τὸ σῶμα. ὃ δὲ πονηρότερος ἄκων ;

ΙΠ. Ἐοικεν καὶ τὰ κατὰ τὴν ἰσχὺν οὕτως ἔχειν.

ΣΩ. Τί δὲ κατ’ εὐσχημοσύνην, ὦ Ἵππίαζ οὐ τοῦ βελ- τίονος σώματός ἐστιν ἑκόντος τὰ αἰσχρὰ καί πονηρὰ σχήματα σχηματίζειν, τοῦ δὲ πονηροτέρου ἂκοντος; ἢ πῶς σοι δοκεῖ :

ΙΠ. Οὕτως.

ΣΩ. Καὶ ἀσχημοσύνη ἄρα ἠ μὲν ἑκούσιος πρὸς ἀρετῆς ἐστιν, ἠ δὲ ἀκούσιος πρὸς πονηρίας σώματος.

ΙΠ. Φαίνεται.

ΣΩ. Τί δὲ φωνῆς περι λεγεις; ποτὲραν φῂς εἶναι βελτίω, τὴν ἑκουσίως ἀπάδουσαν ἢ τὴν ἀκουσίως;

ΙΠ. Τὴν ἑκουσίως.

ΣΩ, Μοχθηροτὲραν δὲ τὴν ἀκουσίως;

ΙΠ. Ναί.

ΣΩ. Δεξαιο δ’ ἂν πότερον τάγαθὰ κεκτῆσθαι ἢ τὰ

κακά;

ln. τάγαθά.

374 a 3 ὡς ἔοικεν 1·’ : ὡς om. 'l'\\'.

C