Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/63

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ῙΠΙΠΛΣ ΕΛΑΤΤΩΝ [ιο ln. Ἀλλ’ ἀποκρινοῦμαι. σοῦ γε δεομένου· ἀλλ’ ἐρώτα ὅ

τι βούλει.

ΣΩ. Καὶ μὴν σφόδρα γε ἐπιθυμῶ, ὃ Ἱππία. διασκέ- ψασΘαι τὸ νυνδὴ λεγόμενον. πότεροί ποτε ἀμείνους, οἱ ἑκόντες ἢ οἱ ἄκοντες ἁμαρτάνοντες. Οἶμαι οὖν ἐπὶ τὴν σκέψιν ὀρθότατ’ ἂν ὧδε ἐλθεῖν· ἀλλ’ ἀπόκριναι· καλεῖς τινα δρομέα ἀγαθόν ;

m. Ἔγωγε.

ΣΩ. Καὶ κακόν;

ΙΠ Ναί.

ΣΩ. Οὐκοῦν ἀγαθὸς μὲν ὁ εὖ θέων, κακὸς δὲ ὁ κακῶς; ΙΠ. Ναί.

ΣΩ. Οὐκοῦν ὁ βραδεως θέων κακως θει ὃ δὲ ταχεως ευ

ln. Ναὶ.

ΣΩ. Ἐν δρόμῳ μὲν ἄρα καὶ τῷ θεῖν τάχος μὲν ἀγαθόν, βραδυτὴς δὲ κακόν ;

ΙΠ. Ἀλλὰ τί μέλλεις

ΣΩ. Πότερος οῧν ἀμείνων δρομεὺς, ὃ ἑκὼν βραδέως Βέων ἢ ὁ ἄκων ;

ΙΓΙ. Ὁ ἑκών.

ΣΩ. Ἀρ’ οῦν οὔ ποιεῖν τί. ἐστι τὸ θεῖν ;

ΙΠ. Ποιεῖν μὲν οὖν.

ΣΩ. Εἰ δέ ποιεῖν, οὔ καὶ ἐργάζεσθαί τι ;

ΙΠ. Ναὶ.

ΣΩ. Ὁ κακῶς ἄρα θέων κακὸν καὶ αἰσχρὸν ἐν δρόμῳ τοῦτο ἐργάζεται;

ln. Κακόν· πῶς γὰρ οὔ ;

ΣΩ. Κακῶς δὲ θεῖ ὃ βραδέως θέων ;

ῙΠ. Ναί. .

ΣΩ. Οὐκοῦν ὁ μὲν ἀγαθὸς δρομεὺς ἑκὼν τὸ κακὸν τοῦτο ἐργάζεται καὶ τὸ αἰσχρόν, ὁ δὲ κακὸς ἄκων ;

ΙΠ. Ἐοικέν γε.

ΣΩ. Ἐν δρόμῳ μὲν ἄρα πονηρότερος ὃ ἄκων κακὰ ἐργα- ζόμενος ἢ ὃ ἑκών ;