Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/61

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΙΙΙΠΙΑΣ ΕΛᾹΤἸῺΧ 39

καὶ ἐξαπατῶντες καὶ ἁμαρτάνοντες ἑκόντες. ἀλλὰ μὴ ἄκον- τες, βελτίους εῖναι ἢ οἱ ἄκοντες. Ἐνίοτε μέντοι καὶ τούναν- τίον δοκεῖ μοι τούτων καὶ πλανῶμαι περὶ ταῦτα, δῆλον ὅτι διά τὸ μὴ εἰδέναι· νυνὶ δὲ ἐν τῷ παρόντι μοι ὥσπερ κατη- Βολὴ περιελήλυθεν καὶ δοκοῦσί μοι οἱ ἑκόντες ἐξαμαρτά- νοντες περί τι βελτίους εῖναι τῶν ἆκόντων. Αἰτιῶμαι δὲ τοῦ νῦν παρόντος παθήματος τοὺς ἔμπροσθεν λόγους αἰτίους εῖναι, ὥστε φαίνεσθαι νῦν ἐν τῷ παρόντι τοὺς ἄκοντας τούτων ἕκαστα ποιοῦντας πονηροτέρους ἢ τοὺς ἑκόντας. Σὺ οῧν χάρισαι καὶ μὴ φθονήσῃς ἰάσασθαι τὴν ψυχήν μου· πολὺ γάρ τοι μεῖζόν με ἆγαθὸν ἐργάσῃ ἀμαθίας παύσας τὴν ψυχὴν ἢ νόσου τὸ σῶμα. Μακρὸν μὲν οὖν λόγον εἰ ’θέλεις λέγειν. προλέγω σοι ὅτι οὐκ ἄν με ῖάσαιο - οὒ γάρ ἂν ἆκο- λουθήσαιμι — ὥσπερ δὲ ἄρτι εἰ ’θέλεις μοι ἀποκρί- νεσθαι, πάνυ ὀνήσεις, οἳμαι δὲ οὐδ’ αὐτὸν σὲ βλαὸήσεσθαι. Δικαίως δ’ ἂν καὶ σὲ παρακαλοίην, ὃ παῖ Ἀπημάντου· σὺ γάρ με ἐπῆρας Ἱππία διαλέγεσθαι· καὶ νῦν, ἐὰν μή μοι ἐθέλῃ Ἱππίας ἀποκρίνεσθαι. δέου αὐτοῦ ὑπὲρ ἐμοῦ.

ΕΥ. Ἀλλ’, ὃ Σώκρατες, οἳμαι οὐδὲν δεήσεσθαι Ἱππίαν τῆς ἡμετέρας δεήσεως· οὒ γὰρ τοιαῦτα αὐτῷ ἐστι τὰ προειρημένα, ἀλλ’ ὅτι οὐδενὸς ἂν φύγοι ἀνδρὸς ἐρώτησιν. Ἠ γάρ, ὃ Ἱππία; οὒ ταῦτα ἦν ἃ ἔλεγεςῑ

ΙΠ. Ἐγωγε· ἄλλά Σωκράτης. ὃ Εὗδικε, ἀεὶ ταράττει ἐν τοῖς λόγοις καὶ ἔοικεν ὥσπερ κακουργοῦντι.

ΣΩ. Ὠ βέλτιστε Ἱππία, οὔτι ἑκών γε ταῦτα ἐγὼ ποιῶ, σοφὸς γὰρ ἂν ἦ καὶ δεινὸς κατά τὸν σὸν λόγον, ἄλλά ἄκων, ὥστε μοι συγγνώμην ἔχε· φῂς γάρ αῧ δεῖν, ὃς ἂν κακουργῇ ἄκων, συγγνώμην ἔχειν.

373

EY. Καὶ μηδαμῶς γε, ὃ Ἱππία. ἄλλως ποίει, ἀλλά καὶ c

ἡμῶν ἕνεκα καὶ τῶν προειρημένων σοι λόγων ἀποκρίνου ἃ

ἄν σε ἐρωτᾷ Σωκράτης.

373 a 8 ὑπὲρ F : περὶ T“ |; b 7 ἦ l-‘: ἦν 'l'w.