Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/59

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΙΙ ”UAE ΕᾹΑΤΤΩΧ 38

ΣΩ. Ἀμείνων ἄρ’ ἐστίν. ὧς ἔοικεν. ὁ Ὀδυσσεὺς Ἀχιλ- λέως.

ΙΠ. ιἨκιστά γε δήπου, ὦ Σώκρατες.

ΣΩ. Τί δέ“; οὐκ ἄρτι ἐφάνησαν οἱ ἑκόντες ψευδόμενοι βελτίους ἢ οἱ ἄκοντες ;

ΙΠ. Καὶ πῶς ἅν, ὦ Σώκρατες. οἱ ἑκόντες ἀδικοῦντες καὶ ἑκόντες ἐπιδουλεύσαντες καὶ κακὰ ἐργασάμενοι βελτίους ἂν εἶεν τῶν ἀκόντων, οῖς πολλὴ δοκεῖ συγγνώμη εἶναι. ἐὰν μὴ εἰδώς τις ἀδικήσῃ ἢ ψεύσηται ἢ ἄλλο τι κακὸν ποιήσῃ ; Καὶ οἱ νόμοι δήπου πολὺ χαλεπώτεροί εἰσι τοῖς ἑκοῦσι κακὰ ἐργαζομένοις καὶ ψευδομένοις ἢ τοῖς ἄκουσιν.

ΣΩ. *Ορᾷς ὦ Ἱππία, ὅτι ἐγὼ ἀληθῆ λέγω, λέγων ὥς λιπαρής εἰμι πρὸς τὰς ἐρωτήσεις τῶν σοφῶν; καὶ κινδυ- νεύω ἓν μόνον ἔχειν τοῦτο ἀγαθόν, τᾶλλα ἔχων πάνυ φαῦλα· τῶν μὲν γὰρ πραγμάτων ᾖ ἔχει ἔσφαλμαι, καὶ οὐκ οἶδ’ ὅπῃ ἐστί. Τεκμήριον δέ μοι τούτου ἱκανόν, ὅτι ἐπειδὰν συγγέ- νωμαί τῳ ὑμῶν τῶν εὐδοκιμούντων ἐπὶ σοφία καὶ οἳς οἵ “Έλληνες πάντες μάρτυρές εἰσι τῆς σοφίας, φαίνομαι οὐδὲν εἰδώς· οὐδὲν γάρ μοι δοκεῖ τῶν αὐτῶν καὶ ὑμῖν, ὣς ἔπος εἰπεῖν· καίτοι τί μεῖζον ἀμαθίας τεκμήριον ἢ ἐπειδάν τις σοφοῖς ἀνδράσι διαφέρηται; ἓν δὲ τοῦτο Θαυμάσιον ἔχω ἀγαθόν, ὅ με σῴζει· οὐ γὰρ αἰσχύνομαι μανθάνων, ἀλλὰ πυν- θάνομαι καὶ ἐρωτῶ καὶ χάριν πολλὴν ἔχω τῷ ἀποκρινομένῳ, καὶ οὐδένα πώποτε ἀπεστέρησα χάριτος· οὐ γὰρ πώποτε ἔξαρνος ἐγενόμην μαθών τι, ἐμαυτοῦ ποιούμενος τὸ μάθημα εἶναι ὣς εὕρημα· ἀλλ’ ἐγκωμιάζω τὸν διδάξαντά με ὣς σοφὸν ὄντα, ἀποφαίνων ἃ ἔμαθον παρ’ αὐτοῦ. Καὶ δὴ καὶ νῦν ἃ σὺ λέγεις οὐχ ὁμολογῶ σοι. ἀλλὰ διαφέρομαι πάνυ σφόδρα· καὶ τοῦτ’ εὓ οῗδα ὅτι δι’ ἐμὲ γίγνεται, ὅτι τοιοῦτός εἰμι οἳός πέρ εἰμι. ἵνα μηδὲν ἐμαυτὸν μεῖζον εἴπω. Ἐμοὶ

γὰρ φαίνεται, ὦ Ἱππία. πᾶν τούναντίον ἢ ὃ σὺ λέγεις· οἱ

372

βλάπτοντες τοὺς ἀνθρώπους καὶ ἀδικοῦντες καὶ ψευδόμενοι -

372 c l τί l"\\ : om. Τ. '