Ἱππίας: ναί.
Σωκράτης: τίς οὖν ἂν εἴη οὗτος; οὐχὶ δεῖ ὑπάρχειν αὐτῷ, εἴπερ μέλλει ψευδὴς ἔσεσθαι, ὡς σὺ ἄρτι ὡμολόγεις, δυνατὸν εἶναι ψεύδεσθαι; ὁ γὰρ ἀδύνατος ψεύδεσθαι, εἰ μέμνησαι, ὑπὸ σοῦ ἐλέγετο ὅτι οὐκ ἄν ποτε ψευδὴς γένοιτο.
Ἱππίας: ἀλλὰ μέμνημαι καὶ ἐλέχθη οὕτως.
Σωκράτης: οὐκοῦν ἄρτι ἐφάνης σὺ δυνατώτατος ὢν ψεύδεσθαι περὶ λογισμῶν;
Ἱππίας: ναί, ἐλέχθη γέ τοι καὶ τοῦτο. [367c]
Σωκράτης: ἆρ᾽ οὖν καὶ δυνατώτατος εἶ ἀληθῆ λέγειν περὶ λογισμῶν;
Ἱππίας: πάνυ γε.
Σωκράτης: οὐκοῦν ὁ αὐτὸς ψευδῆ καὶ ἀληθῆ λέγειν περὶ λογισμῶν δυνατώτατος: οὗτος δ᾽ ἐστὶν ὁ ἀγαθὸς περὶ τούτων, ὁ λογιστικός.
Ἱππίας: ναί.
Σωκράτης: τίς οὖν ψευδὴς περὶ λογισμὸν γίγνεται, ὦ Ἱππία, ἄλλος ἢ ὁ ἀγαθός; ὁ αὐτὸς γὰρ καὶ δυνατός: οὗτος δὲ καὶ ἀληθής.
Ἱππίας: φαίνεται.
Σωκράτης: ὁρᾷς οὖν ὅτι ὁ αὐτὸς ψευδής τε καὶ ἀληθὴς περὶ τούτων, καὶ οὐδὲν ἀμείνων ὁ ἀληθὴς τοῦ ψευδοῦς; [367d] ὁ αὐτὸς γὰρ δήπου ἐστὶ καὶ οὐκ ἐναντιώτατα ἔχει, ὥσπερ σὺ ᾤου ἄρτι.
Ἱππίας: οὐ φαίνεται ἐνταῦθά γε.
Σωκράτης: βούλει οὖν σκεψώμεθα καὶ ἄλλοθι;
Ἱππίας: εἰ [ἄλλως] γε σὺ βούλει.
Σωκράτης: οὐκοῦν καὶ γεωμετρίας ἔμπειρος εἶ;
Ἱππίας: ἔγωγε.
Σωκράτης: τί οὖν; οὐ καὶ ἐν γεωμετρίᾳ οὕτως ἔχει: ὁ αὐτὸς δυνατώτατος ψεύδεσθαι καὶ ἀληθῆ λέγειν περὶ τῶν διαγραμμάτων, ὁ γεωμετρικός;