Σωκράτης: νῦν ἤδη, ὦ Ἱππία, κινδυνεύω μανθάνειν ὃ λέγεις: τὸν πολύτροπον ψευδῆ λέγεις, ὥς γε φαίνεται. [365c]
Ἱππίας: μάλιστα, ὦ Σώκρατες: τοιοῦτον γὰρ πεποίηκεν τὸν Ὀδυσσέα Ὅμηρος πολλαχοῦ καὶ ἐν Ἰλιάδι καὶ ἐν Ὀδυσσείᾳ.
Σωκράτης: ἐδόκει ἄρα, ὡς ἔοικεν, Ὁμήρῳ ἕτερος μὲν εἶναι ἀνὴρ ἀληθής, ἕτερος δὲ ψευδής, ἀλλ᾽ οὐχ ὁ αὐτός.
Ἱππίας: πῶς γὰρ οὐ μέλλει, ὦ Σώκρατες;
Σωκράτης: ἦ καὶ σοὶ δοκεῖ αὐτῷ, ὦ Ἱππία;
Ἱππίας: πάντων μάλιστα: καὶ γὰρ ἂν δεινὸν εἴη εἰ μή.
Σωκράτης: τὸν μὲν Ὅμηρον τοίνυν ἐάσωμεν, ἐπειδὴ καὶ [365d] ἀδύνατον ἐπανερέσθαι τί ποτε νοῶν ταῦτα ἐποίησεν τὰ ἔπη: σὺ δ᾽ ἐπειδὴ φαίνῃ ἀναδεχόμενος τὴν αἰτίαν, καὶ σοὶ συνδοκεῖ ταῦτα ἅπερ φῂς Ὅμηρον λέγειν, ἀπόκριναι κοινῇ ὑπὲρ Ὁμήρου τε καὶ σαυτοῦ.
Ἱππίας: ἔσται ταῦτα: ἀλλ᾽ ἐρώτα ἔμβραχυ ὅτι βούλει.
Σωκράτης: τοὺς ψευδεῖς λέγεις οἷον ἀδυνάτους τι ποιεῖν, ὥσπερ τοὺς κάμνοντας, ἢ δυνατούς τι ποιεῖν;
Ἱππίας: δυνατοὺς ἔγωγε καὶ μάλα σφόδρα ἄλλα τε πολλὰ καὶ ἐξαπατᾶν ἀνθρώπους. [365e]
Σωκράτης: δυνατοὶ μὲν δή, ὡς ἔοικεν, εἰσὶ κατὰ τὸν σὸν λόγον καὶ πολύτροποι: ἦ γάρ;
Ἱππίας: ναί.
Σωκράτης: πολύτροποι δ᾽ εἰσὶ καὶ ἀπατεῶνες ὑπὸ ἠλιθιότητος καὶ ἀφροσύνης, ἢ ὑπὸ πανουργίας καὶ φρονήσεώς τινος;
Ἱππίας: ὑπὸ πανουργίας πάντων μάλιστα καὶ φρονήσεως.
Σωκράτης: φρόνιμοι μὲν ἄρα εἰσίν, ὡς ἔοικεν.
Ἱππίας: ναὶ μὰ Δία, λίαν γε.
Σωκράτης: φρόνιμοι δὲ ὄντες οὐκ ἐπίστανται ὅτι ποιοῦσιν, ἢ ἐπίστανται;
Ἱππίας: καὶ μάλα σφόδρα ἐπίστανται: διὰ ταῦτα καὶ κακουργοῦσιν.