Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/263

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
159
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

θησθε, φείσεσθέ μου. Ὑμεῖς δ’ ἴσως τάχ’ ἂν ἀχθόμενοι, ὥσπερ οἱ συντάζοντες ἑγειρόμενοι, κρούσαντες ἂν με πειθόμενοι Ἀνύτῳ δᾳδίως ἂν ἁποκτείναιτε· εἶτα τὸν λοιπὸν βίον καθεύδοντες διατελοῖτε ἀν, εἰ μή τινα ἄλλον ὁ θεὸς ὑμῖν ἐπιπεμψειε κηδόμενος ὑμῶν. Ὅτι δ’ ἐγὼ τυγχάνω ὢν τοιοῦτος οἶος ὑπὸ τοῦ θεοῦ τῇ πόλει δεδόσθαι, ἐνθένδε ἂν κατανοήσαιτε· οὐ γὰρ ἀνθρωπίνῳ ἔοικε τὸ ἐμὲ τῶν μὲν ἐμαυτοῦ ἁπάντων ἠμεληκέναι καὶ ἀνέχεσθαι τῶν οἰκείων ἀμελουμένων τοσαῦτα ἤδη ἔτη, τὸ δὲ ὑμέτερον πράττειν ἀεὶ ἰδίᾳ ἑκάστῳ προσιόντα, ὥσπερ πατέρα ἢ ἀδελφὸν πρεσβύτερον, πείθοντα ἐπιμελεῖσθαι ἀρετῆς. Καὶ εἰ μέντοι τι ἀπὸ τούτων ἀπέλαυον καὶ μισθὸν λαμϐάνων ταῦτα παρεκελευόμην, εἶχον ἄν τινα λόγον· νῦν δὲ ὁρᾶτε δὴ καὶ αὐτοι ὅτι οἱ κατήγοροι, τἆλλα πάντα ἀναισχύντως οὕτω κατηγοροῦντες, τοῦτό γε οὐχ οἶοί τε ἐγένοντο ἀπαναισχυντῆσαι, παρασχόμενοι μάρτυρα, ὡς ἐγώ ποτέ τινα ἢ ἐπραξάμην μισθὸν ἢ ᾔτησα. Ἱκανὸν γάρ, οἶμαι, ἐγώ παρέχομαι τὸν μάρτυρα ὡς ἀληθῆ λέγω, τὴν πενίαν.

Ἰσως ἂν οὖν δόξειεν ἄτοπον εἶναι ὅτι δὴ ἐγὼ ἰδίᾳ μὲν ταῦτα συμϐουλεύω περιιὼν καὶ πουπραγμονῶ, δημοσίᾳ δὲ οὐ τολμῶ ἀναϐαίνων εἰς τὸ μοῆθος τὸ ὑμέτερον συμϐουλεύειν τῇ πόλει. Τούτου δὲ αἴθιόν ἐστιν ὃ ὑμεῖς ἐμοῦ πολλάκις ἀκηκόατε πολλαχοῦ λέγοντος, ὅτι μοι θεῖόν τι καὶ δαιμόνιον γίγνεται, [φωνή,] ὃ δὴ καὶ ἐν τῇ γραφῇ ἐπικωμῳδῶν Μέλητος ἐγράφατο. Ἐμοὶ δὲ τοῦτ’ ἔστιν ἐκ παιδὸς ἀρξάμενον, φωνή τις γιγνομένη, ἥ, ὅταν γένηται, ἀεὶ ἀποτρέπει με τούτου ὃ ἂν μέλλω πράττειν, προτρέπει δὲ οὔποτε. Τοῦτ’ ἔστιν ὅ μοι ἐναντιοῦται τὰ πολιτικὰ πράττειν. Καὶ παγκάλως γέ μοι δοκεῖ ἐναντιοῦσθαι· εὖ γὰρ ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι· εἰ ἐγὼ πάλαι ἐπεχείρησα πράττειν τὰ πολιτικὰ πράγματα, πάλαι ἂν ἀπολώλη καὶ οὐτ ἂν ὑμᾶς ὠφελήκη οὐδὲν οὔτ’ ἂν


31 a 6 βίον χρόνον Τ ‖ b 7 εἶχον B: εἶχεν T ‖ c 5 πολυπραγμονῶ B: πολυπραγμονῶν T ‖ d 2 φωνή secl. Forster ‖ τούτου T: τοῦτο B.