Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/259

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
157
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

καὶ φιλῶ, πείσομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕωσπερ ἂν --μπνέω καὶ οἶός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἶάπερ εἴωθα, ὅτι· « Ὧ ἄριστε ἀνδρῶν, Ἀθηναῖος ὤν , πόλεως τῆς μεγίστης καὶ εὐδοκιμωτάτης εἰς σιοφίαν καὶ ἰσχύν, χρημάτων μὲν οὐκ αἰσχύνῃ ἐπιμελούμενος ὅπως σοι ἔσται ὡς πλεῖστα, καὶ δόξης καὶ τιμῆς, φρονήσεως δὲ καὶ ἀληθείας καὶ τῆς ψυχῆς ὅπως ὡς βελτίστη ἔσται οὐκ ἐπιμελῇ οὐδὲ φροντίζεις ; » Καὶ ἐάν τις ὑμῶν ἀμφισβητήσῃ καὶ φῇ ἐπιμελεῖσθαι, οὐκ εὐθὺς ἀφήσω αὐτὸν οὐδ' ἄπειμι, ἀλλ' ἐρήσομαιν αὐτὸν καὶ ἐξετάσω καὶ ἐλέγξω, καὶ ἐάν μοι μὴ δοκῇ κεφτῆσθαι ἀρετήν, φάναι δέ, ὀνειδιῶ ὅτι τὰ πλείστου ἄξια περὶ ἐλαχίστου ποιεῖται, τὰ δὲ φαυλότερα περὶ πλείονος. Ταῦτα καὶ νεωτέρῳ καὶ πρεσβυτέρῳ ὅτῳ ἂν ἐντυγχάνω ποιήσω, καὶ ξένῳ καὶ ἀστῷ, μᾶλλον δὲ τοῖς ἀστοῖς, ὅσῳ μου ἐγγυτέρω ἐστὲ γένει. Ταῦτα γὰρ κελεύει ὁ θεός, εὖ ἶστε. Καὶ ἐγὼ οἴομαι οὐδέν πω ὑμῖν μεῖζον ἀγαθὸν γενέσθαι ἐν τῇ πόλει ἢ τὴν ἐμὴν τῷ θεῷ ὑπηρεσίαν.

Οὐδὲν γὰρ ἄλλο πράττων ἐγὼ περιέρχομαι ἢ πείθων ὑμῶν καὶ νεωτέρους καὶ πρεσβυτέρους μήτε σωμάτων ἐπιμελεῖσθαι μήτε χρημάτων πρότερον μηδὲ οὕτω σφόδρα ὡς τῆς ψυχῆς ὅπως ὡς ἀρίστη ἔσται, λέγων ὅτι οὖκ ἐκ χρημάτων ἀρετὴ γίνεται, ἀλλ' ἐξ ἀρετῆς χρήματα καὶ τὰ ἄλλα ἀγαθὰ τοῖς ἀντρώποις ἅπαντα καὶ ἱδίᾳ καὶ δημοσίᾳ. Εἰ μὲν οὖν ταῦτα λέγων διαφθείρω τοὺς νέους, ταῦτ' ἂν ἐίη βλαϐερά· εἰ δέ τίς μέ φησιν ἄλλα ἢ λέγειν ἢ ταῦτα, οὖδὲν λέγει. Πρὸς ταῦτα, φαίην ἂν, ὦ ἄνδρες Ἀθηναῖοι, ἢ πείθεσθε


Testim. 30 a 8 οὐδέν γὰρ ἄλλο — καὶ δημοσίᾳ (b 4) = Stob. Floril., V, 125.

e 3 ἀμφισϐητήσῃ T: ἀμφισϐητῇ B || 30 a 1 ποιεῖται B: ποιήσεται T || a 4 μου B: μοι TW || b 1 μηδὲ B Stob.: μήτε ἄλλου τινός TB2 || b 2 ὅτι TW Stob.: om. B || b 3 ἀρετὴ B: ἡ ἀρετὴ T Stob. || χρήματα Β: τὰ χρήματα Stob. || b 7 ἄνδρες T: om. B.