εἳναι ; Οὐ μέντοι, μὰ Δία, οὐδ’ ὁπωστιοῦν. Ἀπιστός γ’ εἳ, ὣ Μέλητε, καὶ ταῦτα μέντοι, ὧς ἐμοὶ δοκεῖς, σαυτῷ. Ἐμοὶ γὰρ δοκεῖ οὑτοσί, ὣ ἅνδρες Ἀθηναῖοι, πάνυ εἳναι ὑδριστὴς καὶ ἀκόλαστος, καὶ ἀτεχνῶς τὴν γραφὴν ταύτην ὕ8ρει τινὶ καὶ ἀκολασία καὶ νεότητι γράψασθαι. ’Έοικεν γὰρ ὥσπερ αἴνιγμα συντιθέντι διαπειρωμὲνῳ· α Ἀρα γνώσεται 27 Σωκράτης ὁ σοφὸς δὴ ἐμοῦ χαριεντιζομὲνου καὶ ἐναντί’ ἐμαυτῷ λὲγοντος ἢ ἐξαπατήσω αὐτὸν καὶ τοὺς ἄλλους τοὺς ἀκούοντας ; » Οὗτος γὰρ ἐμοὶ φαίνεται τὰ ἐναντία λέγειν αὐτὸς ἑαυτῷ ἐν τῇ γραφῇ, ὥσπερ ἂν εἰ εἴποιῗ α Ἀδικεῖ Σωκράτης Θεοὺς οὔ νομίζων, ἀλλὰ Θεοὺς νομίζων. » Καίτοι τοῦτό ἐστι παίζοντος.
Συνεπισκὲψασθε δή, ὣ ἄνδρες, ᾖ μοι φαίνεται ταῦτα λέγειν· σὺ δὲ ἡμῖν ἀπόκριναι, ὣ Μέλητε. εΥμεῖς δὲ, ὅπερ κατ’ ἀρχὰς ὑμᾶς παρῃτησάμην, μὲμνησθὲ μοι μὴ θορυῧεῖν b ἐὰν ἐν τῷ εἰωθότι τρόπῳ τοὺς λόγους ποιῶμαι.
Εστιν ὅστις ἀνθρώπων, ὣ Μέλητε, ἀνθρώπεια μὲν νομίζει πράγματ’ εἳναι, ἀνθρώπους δὲ οὗ νομίζει ; Ἀποκρινὲσθω, ὣ ἄνδρες, καὶ μὴ ἄλλα καὶ ἄλλα θορυῧείτω. Ἐσθ’ ὅστις ἵππους μὲν οὗ νομίζει, ἱππικὰ δὲ πράγματα ; ἢ αὐλητὰς μὲν οὗ νομίζει εἶναι, αὐλητικὰ δὲ πράγματα ; Οὐκ ἔστιν, ὣ ἄριστε ἀνδρῶν· εἰ μὴ σὺ βούλει ἀποκρίνεσθαι, ἐγώ σοι λέγω καὶ τοῖς ἄλλοις τουτοισί. Ἀλλὰ τὸ ἐπὶ τούτῳ γε ἀπόκριναι· ἔσθ’ ὅστις δαιμόνια μὲν νομίζει πράγματ’ εἳναι, δαίμονας δὲ οὗ νομίζει ; Οὐκ ἔστιν. ἳΩς ὤνησας ὅτι c μόγις ἀπεκρίνω ὑπὸ τουτωνὶ ἀναγκαζόμενος. Οὐκοῦν δαιμόνια μὲν φῄς με καὶ νομίζειν καὶ διδάσκειν, εἴτ’ οὖν καινὰ εἴτε παλαιά, ἀλλ’ οὓν δαιμόνιά γε νομίζω κατὰ τὸν σὸν λόγον, καὶ ταῦτα καὶ διωμόσω ἐν τῇ ἀντιγραφῇ Εἰ δὲ δαιμόνια νομίζω, καὶ δαίμονας δήπου πολλὴ ἀνάγκη νομίζειν μὲ ἐστιν. Οὐχ οὕτως ἔχες Ἔχει δή· τίθημι γάρ σε δμο-
27 a 1 συντιθέντι B : συντιθέντι ἢ Τ ‖ 5 ἂν εἰ B2TW ἂν B ‖ a 8 δή B : δέ Τ ‖ b 8 ἀποκρίνεσθαι BT : ἀποκρίνασθαι Wt.