Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/249

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
152
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

νόμος ἐστὶν εἰσάγειν τοὺς κολάσεως δεομένους, ἀλλ’ οὗ μαθήσεως.

Ἀλλὰ γάρ, ὣ ἅνδρες Ἀθηναῖοι, τοῦτο μὲν δῆλον ἤδη ἐστὶν ὃ ἐγὼ ἔλεγον, ὅτι Μελήτῳ τούτων οὔτε μέγα οὔτε δ’ μικρὸν πώποτε ἐμέλησεν. ’Όμως δὲ δὴ λέγε ἡμῖν· πῶς με φῂς διαφθείρειν, ὣ Μέλητε, τοὺς νεωτέρους ἢ ; δῆλον δὴ ὅτι, κατὰ τὴν γραφὴν ἣν ἐγράψω, θεοὺς διδάσκοντα μὴ νομίζειν οὓς ἡ πόλις νομίζει, ἕτεραδὲ δαιμόνια καινά ; Οὔ ταθτα λέγεις ὅτι διδάσκων διαφθείρω ; — Πάνυ μὲν οῦν σφόδρα ταῦτα λέγω. — Πρὸς αὐτῶν τοίνυν, ὃ Μέλητε, τούτων τῶν θεῶν ὧν νθν ὃ λόγος ἐστίν, εἰπὲ ἔτι σαφέστερον καὶ ἐμοὶ καὶ τοῖς ἀνδράσιν τουτοισί· ἐγὼ γὰρ οὔ δύναμαι c μαθεῖν πότερον λέγεις διδάσκειν με νομίζειν εἳναί τινας θεοὺς καὶ αὐτὸς ἄρα νομίζω εἳναι θεοὺς, καὶ οὐκ εἰμὶ τὸ παράπαν ἄθεος, οὐδὲ ταύτῃ ἀδικῶ, οὔ μέντοι οὕσπερ γε ἦ πόλις, ἀλλὰ ἑτέρους, καὶ τοῦτ’ ἔστιν ὅ μοι ἐγκαλεῖς ὅτι ἑτέρους· ἢ παντάπασί με φῂς οὔτε αὐτὸν νομίζειν θεοὺς τούς τε ἄλλους ταῦτα διδάσκειν. Ταῦτα λέγω, ὣς τὸ παράπαν οὔ νομίζεις θεοὺς. Ὠ θαυμάσιε Μέλητε, ἵνα d τί ταῦτα λέγεις ; οὐδὲ ἥλιον, οὐδὲ σελήνην ἄρα νομίζω θεοὺς εἳναι, ὥσπερ οἱ ἄλλοι ἅνθρωποι ; Μὰ Δί’, ὣ ἅνδρες δικασταί, ἐπεὶ τὸν μὲν ἥλιον λίθον φησὶν εἳναι, τὴν δὲ σελήνην γῆν. Ἀναξαγόρου οἴει κατηγορεῖν, ὃ φίλε Μέλητε· καὶ οὕτω καταφρονεῖς τῶνδε καὶ οἴει αὐτοὺς ἀπείρους γραμμάτων εἳναι ὥστε οὐκ εἰδέναι ὅτι τὰ Ἀναξαγόρου βιθλία τοῦ Κλαζομενίου γέμει τούτων τῶν λόγων· καὶ δὴ καὶ οἱ νέοι ταῦτα παρ’ ἐμοῦ μανθάνουσιν ἃ ἔξεστιν ἐνίοτε, εἰ πάνυ πολλοῦ, δραχμῆς ἐκ τῆς ὀρχήστρας πριαμένοις, Σωκράτους καταγελᾶν, ἐὰν e προσποιῆται ἑαυτοῦ εἳναι, άλλως τε καὶ οὕτως ἄτοπα ὅντα. Ἀλλ’, ὣ πρὸς Διός, οὑτωσί σοι δοκῶ ; οὐδένα νομίζω θεὸν

26 a 9 ἤδη ἐστὶν T: om. B2 dum evanidas litteras in B restituit ‖ b 1 τούτων B: τούτῳ Τ W ‖ b 3 δῆλον δὴ ὅτι B: δηλονότι Τ ‖ c 1 τουτοισί B’TW : τούτοις Β ‖ e 3 νομίζω Β: νομίζειν Τ.