Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/247

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
151
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

μονία εἴη περὶ τοὺς νέους, εἰ εἲς μὲν μόνος αὐτοὺς διαφθείρει, οἱ δ’ ἄλλοι ὦφελοῦσιν. Ἀλλὰ γάρ, ὦ Μέλητε, ἱκανῶς ἐπιδείκνυσαι ὅτι οὐδεπώποτε ἐφρόντισας τῶν νέων, καὶ σαφῶς ἀποφαίνεις τὴν σαυτοῦ ἀμέλειαν, ὅτι οὐδέν σοι μεμέληκεν περὶ ῶν ἐμὲ εἰσάγεις.

Ἔτι δὲ ἡμῖν εἰπέ, ὦ πρὸς Διός, Μέλητε, πότερόν ἐστιν οἰκεῖν ἄμεινον ἐν πολίταις χρηστοῖς ἢ πονηροῖς ; Ὠ τὰν, ἀπόκριναι· οὐδὲν γάρ τοι χαλεπὸν ἐρωτῶ. Οὐχ οἱ μὲν πονηροὶ κακόν τι ἐργάζονται τοὺς ἀεὶ ἐγγυτάτω αὑτῶν δντας, οἱ δ’ ἀγαθοὶ ἀγαθόν τι ; — Πάνυ γε. Ἔστιν οὖν ὅστις βούλεται ὑπὸ τῶν συνόντων βλάπτεσθαι μᾶλλον ἢ ὦφελεῖσθαι ; Ἀποκρίνου, ὦ ἀγαθέ· καὶ γὰρ ὃ νόμος κελεύει ἀποκρίνεσθαι. Ἔσθ’ ὅστις βούλεται βλάπτεσθαι ; Où δῆτα. — Φέρε δή, πότερον ἐμὲ εἰσάγεις δεῦρο, ὧς διαφθείροντα τοὺς νεωτέρους καὶ πονηροτέρους ποιοῦντα ἑκόντα ἢ ἄκοντα ; Ἑκόντα ἔγωγε. — Τί δῆτα, ὦ Μέλητε ; τοσοῦτον σὺ ἐμοῦ σοφώτερος εἳ τηλικούτου ὄντος τηλικόσδε ὤν, ὥστε σὺ μὲν ἔγνωκας ὅτι οἱ μὲν κακοὶ κακόν τι ἐργάζονται ἀεὶ τοὺς μάλιστα ’Πλησίον ἑαυτῶν, οἱ δὲ ἀγαθοὶ ἀγαθόν, ἐγὼ δὲ δὴ εἰς τοσοῦτον ἀμαθίας ἥκω, ὥστε καὶ τοῦτ’ ἀγνοῶ, ὅτι, ἐάν τινα μοχθηρὸν ποιήσω τῶν συνόντων, κινδυνεύσω κακόν τι λαθεῖν ἀπ’ αὖτοο ; ὥστε τοῦτο < τὸ > τοσοῦτον κακὸν ἑκὼν ποιῶ, ὧς φῂς σύ ; Ταῦτα ἐγώ σοι ού πείθομαι, ὦ Μέλητε, οἳμαι δὲ οὐδὲ ἄλλον ἀνθρώπων οὐδένα· ἀλλ’ ἢ οὖ διαφθείρω ἤ, εἰ διαφθείρω, ἄκων· ὥστε σύ γε κατ’ ἀμφότερα ψεύδῃ. Εἰ δὲ ἄκων διαφθείρω, τῶν τοιούτων καὶ ἀκουσίων ἁμαρτημάτων οὗ δεῦρο νόμος εἰσάγειν ἐστίν, ἀλλ’ ἰδίᾳ λαθόντα διδάσκειν καὶ νουθετεῖν· δῆλον γὰρ ὅτι, ἐὰν μάθω, τῐαύσομαιὸ γε ἄκων ποιῶ. Σὺ δὲ συγγενέσθαι μέν μοι καὶ διδάξαι ἔφυγες καὶ οὐκ ἠθέλησας· δεῦρο δὲ εἰσάγεις, οἳ

25 c 2 ἱκανῶς ἔπιδείκνυσαι TW: ἱκανῶς ἐστ’ εἷ δὲ,ἷκανῶ; ἐπιδείκνυσαι B, errore scribæ manifesto ‖ d 2 ἀποκρίνου BT: ἀπόκριναι Β2Ψ ‖ d 5 νεωτέρους B: νέους Τ ‖ d 8 σὺ B: εὖ Τ ‖ e 1 ἀγαθόν B: ἀγαθόν τι Τ ‖ e 3 ἀπ’ αὗτοῦ B: ὕπ’ αὐτοῦ Τ ‖ <τό> add. Burnet.