Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/241

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΔΛΠΟΛΔΟΓΙᾺ ΣΩΚΡΆΤΟΥΣ τηδ

ἐμὲ παράδειγμα ποιούμενος, ὥσπερ ἂν - εἰ "5- εἴποι ὅτι᾽ «Οὗτος ὑὕμῶν, ὦ ἄνθρωποι, σοφώτατός ἐστιν ὅστις ὥσπερ Σωκράτης ἔγνωκεν ὅτι οὐδενὸς ἄξιός ἐστι τῇ ἀληθείᾳ πρὸς σοφίαν ». Ταῦτ᾽ οὖν ἐγὼ μὲν ἔτι καὶ νῦν περιιὼν ζητῶ καὶ ἐρευνῶ κατὰ τὸν θεὸν καὶ τῶν ἀστῶν καὶ τῶν ξένων ἄν τινα οἴωμαι σοφὸν εἶναι" καὶ ἐἔπειδάν μοι μὴ δοκῇ, τῷ θεῷ βοηθῶν ἐνδείκνυμαι ὅτι οὐκ ἔστι σοφός. ΚΚαὶ ὑπὸ ταύτης τῆς ἀσχολίας οὔτε τι τῶν τῆς πόλεως πρᾶξαί μοι σχολὴ γέγονεν ἄξιον λόγου οὔτε τῶν οἰκείων, ἀλλ᾽ ἐν πενίᾳ μυρία εἰμὶ διὰ τὴν τοῦ θεοῦ λατρείαν. ο Πρὸς δὲ τούτοις οἷ νέοι μοι ἐπακολουθοῦντες, οἷς μάλιστα σχολή ἐστιν, ο τῶν πλουσιωτάτων, αὐτόματοι, χαίρουσιν ἀκούοντες ἐξεταζομένων τῶν ἀνθρώπων καὶ αὐτοὶ πολλάκις ἐμὲ μιμοῦνται" εἶτα ἐπιχειροῦσιν ἄλλους ἐξετάξζειν κἄ- πειτα, οἶμαι, εὑρίσκουσι πολλὴν ἀφθονίαν οἱομένων μὲν εἰδέναι τι ἀνθρώπων, εἰδότων δὲ ὀλίγα ἢ οὐδέν. ᾿᾽Εντεῦθεν οὖν οἵ ὕὅτ᾽ αὐτῶν ἐξεταζόμενοι ἐμοὶ ὀργίζονται,“ ἀλλ᾽ οὐχ αὑὗτοῖς, καὶ λέγουσιν ὧς Σωκράτης τίς ἐστι μιαρώτατος καὶ διαφθείρει τοὺς νέους. Καὶ ἐπειδάν τις αὐτοὺς ἐρωτᾷ ὅ τι ἀ πιοοιῶν καὶ ὅ τι διδάσκων, ἔχουσι μὲν οὐδὲν εἰπεῖν, ἀλλ᾽ ἀγνοοῦσιν" ἵνα δὲ μὴ δοκῶσιν ἀπορεῖν, τὰ κατὰ πάντων τῶν φιλεσοφούντων πρόχειρα ταῦτα λέγουσιν, ὅτι « τὰ μετέωρα καὶ τὰ ὕπὸ γῆς » καὶ « θεοὺς μὴ νομίζειν » καὶ « τὸν ἥττω λόγον κρείττω ποιεῖν ». Τὰ γὰρ ἀληθῆ, οἷόμαι, δὺκ ἂν ἐθέλοιεν λέγειν, ὅτι κατάδηλοι γίγνονται τιροσποιούμενοι μὲν εἰδέναι, εἰδότες δὲ οὐδέν. ἍΑτε οὖν, οἶμαι, φιλότιμοι ὄντες, καὶ 6 σφοδροί, καὶ πολλοί, καὶ συντεταγμένως καὶ πιθανῶς λέ- γοντες περὶ ἐμοῦ, ἐμπεπλήκασιν ὑμῶν τὰ ὦτα καὶ πάλαι καὶ νῦν σφοδρῶς διαβάλλοντες. Ἔκ τούτων καὶ Μέλητός μοι ἐπέθετο καὶ ἼΑνυτος καὶ Λύκων, Μέλητος μὲν ὑπὲρ

Β 1 εἰ δἀά. Βίορμμαπυβ } ἢ ἅ μὲν ΤΎ : μὲν ἔχων Β [| ζητῶ Β: ἐπζητῶ Τ } Β ὅ τῶν ξένων Τ: ξένων Β[] ο ἡ ἐξεταχομένων Β : ἐξελεγχομένων Τ [[ ο 7 ὀλίγα Β : ἢ ὀλίγα Τ} ο ὃ ἀλλ᾽ οὐχ͵ Β: οὐχλ Τ [| 9 ἡ νῦν Β: ομιῖ5. ΒΤῚΥ. �