Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/239

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΔΠΟΛΟΓῚΆ ΣΩΚΡΑΤΟΥ͂Σ τἢ7 τες ὥσπερ οἷ θεομάντεις καὶ οἵ χρησμῳδοί’ καὶ γὰρ οὗτοι λέγουσι μὲν πολλὰ καὶ καλά, ἴσασιν δὲ οὐδὲν ὧν λέγουσι. Τοιοῦτόν τί μοι ἐφάνησαν πάθος καὶ οἵ ποιηταὶ πεπονθότες" καὶ ἅμα ἠσθόμην αὐτῶν διὰ τὴν ποίησιν οἱομένων καὶ τἄλλα σοφωτάτων εἶναι ἀνθρώπων ἃ οὐκ ἦσαν. ᾽Απῇα οὖν καὶ ἐν- τεῦθεν τῷ αὐτῷ οἱόμενος περιγεγονέναι ᾧπερ καὶ τῶν πολι- τικῶν.

Τελευτῶν οὖν ἐπὶ τοὺς χειροτέχνας ἧα΄ ἐμαυτῷ γὰρ συν- ἤδη οὐδὲν ἐπισταμένῳ, ὡς ἔπος εἴπεῖν, τούτους δέ γ᾽ ἤδη ὅτι εὑρήσοιμι πολλὰ καὶ καλὰ ἐπισταμένους. Καὶ τούτου μὲν οὐκ ἐψεύσθην, ἀλλ᾽ ἠπίσταντο ἃ ἐγὼ οὐκ ἠπιστάμην καί μου ταύτῃ σοφώτεροι ἦσαν. ᾿Αλλ᾽, ὦ ἄνδρες ᾿Αθηναῖοι, ταῦτόν μοι ἔδοξαν ἔχειν ἅμάρτημα ὅπερ καὶ οἷ ποιηταὶ καὶ οἵ ἀγαθοὶ δημιουργοί: διὰ τὸ τὴν τέχνην καλῶς ἐξεργά- ξεσθαι, ἕκαστος ἠξίου καὶ τᾶλλα τὰ μέγιστα σοφώτατος εἶναι, καὶ αὐτῶν αὕτη ἧ πλημμέλεια ἐκείνην τὴν σοφίαν ἀπέκρυττεν᾽ ὥστε με ἐμαυτὸν ἀνερωτᾶν ὕπὲρ τοῦ χρησμοῦ πιότερα δεξαίμην ἂν οὕτως ὥσπερ ἔχω ἔχειν, μῆτε τι σοφὸς ὧν τὴν ἐκείνων σοφίαν μήτε ἀμαθὴς τὴν ἀμαθίαν, ἣ ἀμφό- τερα ἃ ἐκεῖνοι ἔχουσιν ἔχειν. ᾿Απεκρινάμην οὖν ἐμαυτῷ καὶ τῷ χρησμῷ ὅτι μοι λυσιτελοῖ ὥσπερ ἔχω ἔχειν.

Ἔκ ταυτησὶ δὴ τῆς ἐξετάσεως, ὦ ἄνδρες ᾿Αθηναῖοι, πολ- λαὶ μὲν ἀπέχθειαξ μοι γεγόνασι καὶ οἷαι χαλεπώταται καὶ βαρύταται, ὥστε πολλὰς διαβολὰς ἀτ᾽ αὐτῶν γεγονέναι, ὄνομα δὲ τοῦτο λέγεσθαι, σοφὸς εἶναι. Οἴονται γάρ με ξκάστοτε οἵ παρόντες ταῦτα αὐτὸν εἶναι σοφὸν ἃ ἂν ἄλλον ἐξελέγξω" τὸ δὲ κινδυνεύει, ὦ ἄνδρες, τῷ ὄντι ὃ θεὸς σοφὸς εἶναι καὶ ἐν τῷ χρησμῷ τούτῳ τοῦτο λέγειν ὅτι ἥ ἀνθρω- πίνη σοφία ὀλίγου τινὸς ἀξία ἐστὶν καὶ οὐδενός᾽ καὶ φαίνεται τοῦτον λέγειν τὸν Σωκράτη, προσκεχρῆσθαι δὲ τῷ ἐμῷ ὀνόματι

Ο 7 τῷ αὐτῷ ΒΞΤΎ : τὸ αὐτὸ Β 6 1 ἀπέχρυπτεν Τ : ἀποχρύπτει Β : ἀποχρύπτειν Υ͂ [| 6 ὕ λυσιτελοῖ Β: λυσιτελεῖ Υ͂ [[ 6 ὁ ἐξετάσεως ΤΎ : ξξεως Β [| 23 4 . ἄνδρες Β: ἄνδρες ᾿Αθηναῖοι Τ.

23 �