Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/227

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
141
ΑΠΟΛΟΓΙΑ ΣΩΚΡΑΤΟΥΣ

μέντοι καὶ πάνυ, ὦ ἄνδρες Ἀθηναῖοι, τοῦτο ὑμῶν δέομαι καὶ παρίεμαι· ἐὰν διὰ τῶν αὐτῶν λόγων ἀκούητέ μου ἄπολογουμένου δι᾽ ὥνπερ εἴωθα λέγειν καὶ ἐν ἀγορᾷ ἐπὶ τῶν τρατεζῶν, ἵνα ὑμῶν πολλοὶ ἀκηκόασι, καὶ ἄλλοθι, μῆτε θαυμάζειν μήτε θορυϐεῖν τούτου ἕνεκα. Ἔχει γὰρ οὗτωσί· νῦν d  ἐγὼ πρῶτον ἐπὶ δικαστήριον ἀναϐέϐηκα ἔτη γεγονὼς ἕϐδομήκοντα· ἀτεχνῶς οὖν ξένως ἔχω τῆς ἐνθάδε λέξεως. Ὧσπερ οὖν ἄν, εἰ τῷ ὄντι ξένος ἐτύγχανον ὥν, συνεγιγνώσκετε δήπου ἄν μοι, εἰ ἐν ἐκείνῃ τῇ φωνῇ τε καὶ τῷ τρόπῳ ἔλεγον ἐν οἷσπερ ἐτεθράμμην, καὶ δὴ καὶ νῦν τοῦτο ὑμῶν δέομαι 18  δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν μὲν τρότον τῆς λέξεως ἐᾶν — ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη — αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν νοῦν προσέχειν, εἰ δίκαια λέγω ἢ μή· δικαστοῦ μὲν γὰρ αὕτη ἀρετή, ῥήτορος δὲ τἀληθῆ λέγειν.

Πρῶτον μὲν οὖν δίκαιός εἶμι ἀπολογήσασθαι, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τὰ πρῶτά μου ψευδῆ κατηγορημένα καὶ τοὺς πρώτους κατηγόρους, ἔπειτα δὲ πρὸς τὰ ὕστερα καὶ b τοὺς ὑστέρους. Ἐμοῦ γὰρ πολλοὶ κατήγοροι γεγόνασι πρὸς ὑμᾶς, καὶ πάλαι πολλὰ ἤδη ἔτη καὶ οὐδὲν ἀληθὲς λέγοντες οὗς ἐγὼ μᾶλλον φοϐοῦμαι ἢ τοὺς ἀμφὶ Ἄνυτον, καίπερ ὄντας καὶ τούτους δεινούς. Ἀλλ᾽ ἐκεῖνοι δεινότεροι, ὦ ἄνδρες, οἵ ὑμῶν τοὺς πολλοὺς ἐκ παίδων παραλαμϐάνοντες ἔπειθόν τε καὶ κατηγόρουν ἐμοῦ οὐδὲν ἀληθές, ὡς ἔστιν τις Σωκράτης, σοφὸς ἀνήρ, τά τε μετέωρα φροντιστὴς καὶ τὰ ὑπὸ γῆς ἅπαντα ἀνεζητηκὼς καὶ τὸν ἥττω λόγον κρείττω ποιῶν. Οὗτοι, ὦ ἄνδρες Ἀθηναῖοι, ταύτην τὴν φῆμην κατασκεδάc  σαντες, οἱ δεινοί εἰσί μου κατήγοροι· οἷ γὰρ ἀκούοντες ἡγοῦνται τοὺς ταῦτα ζητοῦντας οὐδὲ θεοὺς νομίζειν. Ἔπειτά εἶσιν οὗτοι οἷ κατήγοροι πολλοὶ καὶ πολὺν χρόνον


c 8 ἐπὶ TW : ϰαὶ ἐπὶ Β || c 9 πολλοὶ Β : οἱ πολλοὶ Τ || d 2 ἑϐδομήϰοντα Β (cf. Crit. 42 c, et Dem. Phal. ap. Diog. La., II, 5, 23): πλείω ἑϐδομήϰοντα Τ || 18 b I ὕστερα Β: ὕστερον TW || b 7 οὐδὲν Τ : μᾶλλον οὐδὲν Β || c 2 ἀϰούοντες B2TW: ἀϰούσαντες Β.