Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/141

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΛΑΙΝΙΒΙΆΔΗΣ δὺ

ΑΛ. Ἐγώ, οἶμαι, αἴτιος οὐ τιροσέχων τὸν νοῦν.

ΣΩ. ᾿Αλλὰ τῶν ἄλλων ᾿Αθηναίων ἢ τῶν ξένων δοῦλον ἢ ἐλεύθερον εἶπέ ὅστις αἰτίαν ἔχει διὰ τὴν Περικλέους συν- ουσίαν σοφώτερος γεγονέναι, ὥσπερ ἐγὼ ἔχω σοι εἰπεῖν διὰ τὴν Ζήνωνος ΓΙ]υθόδωρον τὸν ᾿Ισολόχου καὶ [Καλλίαν τὸν Καλλιάδου, ὧν ἑκάτερος Ζήνωνι ἑκατὸν μνᾶς τελέσας σοφός τε καὶ ἐλλόγιμος γέγονεν.

ΑΛ. ᾿Αλλὰ μὰ Δῦ οὐκ ἔχω.

ΣΩ. Εἶεν. τί οὖν διανοῇ περὶ σαυτοῦ : πότερον ἐᾶν ὡς

νῦν ἔχεις ἢ ἐπιμέλειάν τινα ποιεῖσθαι :

119

. ΑΛ. [Κοινὴ βουλῆ, ὦ Σώκρατες "καίτοι ἐννοῶ σου εἶπόν- "

τος καὶ συγχωρῶ" δοκοῦσι γάρ μοι οἷ τὰ τῆς πόλεως πράτ- τοντες ἐκτὸς ὀλίγων ἀπαίδευτοι εἶναι.

ΣΩ. Εἶτα τί δὴ τοῦτο :

ΑΛ. Εἰ μέν που ἦσαν πεπαιδευμένοι. ἔδει ἂν τὸν ἐπιχει- ροῦντα αὐτοῖς ἀνταγωνίζεσθαι μαθόντα καὶ ἀσκήσαντα ἱέναι ὡς ἐπ᾽ ἄθλητάς᾽ νῦν δ᾽ ἐπειδὴ καὶ οὗτοι ἰδιωτικῶς ἔχοντες ἐληλύθασιν ἐπὶ τὰ τῆς πόλεως. τί δεῖ ἀσκεῖν καὶ μανθά- νοντα πράγματα ἔχειν : ἐγὼ γὰρ εὖ οἶδ᾽ ὅτι τούτων τῇ γε φύσει πάνυ πολὺ περιέσομαι.

ΣΩ. Βαβαῖ, οἷον, ὦ ἄριστε. τοῦτ᾽ εἴρηκας" ὡς ἀνάξιον τῆς ἰδέας καὶ τῶν ἄλλων τῶν σοι ὑπαρχόντων.

ΑΛ. Τί μάλιστα καὶ πρὸς τί τοῦτο λέγεις, ὦ Σώκρατες;

ΣΩ. ᾿Αγανακτῶῷῶ ὑπέρ τε σοῦ καὶ τοῦ ἐμαυτοῦ ἔρωτος.

ΑΛ. Τί δή:

ΣΩ. Εἰ ἠξίωσας τὸν ἀγῶνά σοι εἶναι πρὸς τοὺς ἐνθάδε ἀνθρώπους.

ΑΛ. ᾿Αλλὰ πρὸς τίνας μήν ;

ΣΩ. Αξιον τοῦτό γε καὶ ἐρέσθαι ἄνδρα οἰόμενον μεγα- λόφρονα εἶναι:

ΑΛ. Πῶς λέγεις ; οὐ τυρὸς τούτους μοι ὃ ἀγών :

119 Β τ χοινὴ βουλή δίορ!ι. : χο»ἤ βουλῇ ΒΓ 1 8 ἂν τὸν Τ : αὐτὸν τὸν [Ὁ ὃ 7 σοὺ ΟἸνπιρίοά, : τοῦ σοῦ ΒΤ, �