Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/135

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΔΛΑΙΙΒΙΆΔΗΣ 83 ΣΩ. ΤΑρ᾽ οὖν οὕτω καὶ ἔχει; ἐπειδάν τί- τι μὴ εἰδῇ,

ἀναγκαῖον περὶ τούτου πλανᾶσθαι τὴν ψυ"ἦν ;

ΑΛ. Πῶς γὰρ οὔ;

ΣΩ. Τί οὖν; οἶσθα ὅντινα τρότιον ἀναβήσῃ εἰς τὸν οὐρανόν : ἱ

ΑΛ. Μὰ Δί᾽ οὐκ ἔγωγε.

ΣΩ. Ἢ καὶ πλανᾶταί σου ἡ δόξα περὶ ταῦτα:

ΑΛ. Οὐ δῆτα.

ΣΩ. Τὸ δ᾽ αἴτιον οἶσθα ἢ ἐγὼ φράσω ;

ΑΛ. Φράσον. ΣΩ. Ὅτι, ὦ φίλε, οὐκ οἴει αὐτὸ ἐπίστασθαι οὐκ ἐπιστά- μενος.

ΑΛ. [Γῶς αὖ τοῦτο λέγεις ;

ΣΩ. Ὅρα καὶ σὺ κοινῇ" ἃ μὴ ἐπίστασαι, γιγνώσκεις δὲ ὅτι οὐκ ἐπίστασαι, πλανᾶ περὶ τὰ τοιαῦτα ; ὥσπερ περὶ ὄψου σκευασίας οἶσθα δήπου ὅτι οὐκ οἶσθα :

ΑΛ. Πάνυ γε.

ΣΩ. Πότερον οὖν αὐτὸς περὶ ταῦτα δοξάζεις ὅπως χρὴ σκευάζειν καὶ πλανᾶ, ἢ τῷ ἐπισταμένῳ ἐπιτρέπεις ;

ΑΛ. Οὕτως.

ΣΩ. Τι δ᾽ εἰ ἐν νηὶ πλέοις, ἄρα δοξάζοις ἂν πότερον χρὴ τὸν οἴακα εἴσω ἄγειν ἢ ἔξω, καὶ ἅτε οὐκ εἰδὼς πλανῷο ἄν, ἢ τῷ κυθδερνήτη ἐπιτρέψας ἂν ἡσυχίαν ἄγοις :

ΑΛ. Τῷ κυθερνήτη.

ΣΩ. Οὐκ ἄρα περὶ ἃ μὴ οἶσθα πλανᾷ, ἄνπερ εἰδῆς ὅτι οὐκ οἶσθα:

ΑΛ. Οὐκ ἔοικα.

ΣΩ. ᾿Ἐννοεῖς οὖν ὅτι καὶ τὰ ἁμαρτήματα ἐν τῇ τιράξει διὰ ταύτην τὴν ἄγνοιάν ἐστι, τὴν τοῦ μὴ εἰδότα οἴεσθαι εἰδέναι ;

ΑΛ. Πᾶς αὖ λέγεις τοῦτο ;

ΣΩ. Τότε᾽ που ἐπιχειροῦμεν πράττειν, ὅταν οἷώμεθα

εἰδέναι ὅ τι πράττομεν :

Β το γὼ Υ : οπι. Β[} ς 1 δὲ ὅτ: Τ : ὃ:ότι Β. �