Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/129

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΔΛΕΙΒΙΛΔΗΣ δο

ΑΛ. Οὐδὲ ζῆν ἂν ἐγὼ δεξαίμην δειλὸς ὦν.

ΣΩ. Ἔσχατον ἄρα κακῶν εἶναί σοι δοκεῖ ἧ δειλία.

ΑΛ. Ἔμοιγε.

ΣΩ. Ἔξ ἴσου τῷ τεθνάναι, ὡς ἔοικε.

ΑΛ. Φημί.

ΣΩ. Οὐκοῦν θανάτῳ τε καὶ δειλία ἐναντιώτατον ζωὴ καὶ ἀνδρεία:

ΑΛ. Ναί.

ΣΩ. Καὶ τὰ μὲν μάλιστ᾽ ἂν εἶναι βούλοιό σοι, τὰ δὲ ἥκιστα;

ΑΛ. Ναί.

ΣΩ. ΤΑρ’ ὅτι τὰ μὲν ἄριστα ἡγῇ, τὰ δὲ κάκιστα ;

ΑΛ. Πάνν γε.

ΣΩ. Ἐν τοῖς ἀρίστοις ἄρα σὺ ἡγῆ ἀνδρείαν εἶναι κἀν τοῖς κακίστοις θάνατον.

ΑΛ. Ἔγωγε.

ΣΩ. Τὸ ἄρα βοηθεῖν ἐν πολέμῳ τοῖς φίλοις, ἣ μὲν κα- λόν, κατ᾽ ἀγαθοῦ πιρρᾶξιν τὴν τῆς ἀνδρείας. καλὸν αὐτὸ τιροσ- εἴπας ;

ΑΛ. Φαίνομαί γε.

ΣΩ. Κατὰ δὲ κακοῦ τιρᾶξιν τὴν τοῦ θανάτου. κακόν ;

ΑΛ. Ναί.

ΣΩ. Οὐκοῦν ὧδε δίκαιον προσαγορεύειν ἑκάστην τῶν τιράξεων" εἴπερ ἧ κακὸν ἀπεργάζεται. κακὴν καλεῖς, καὶ ἧ ἀγαθόν, ἀγαθὴν κλητέον.

ΑΛ. Ἔμοιγε δοκεῖ.

ΣΩ. ἦΑρ᾽ οὖν καὶ ἣ ἀγαθόν. καλόν. ἣ δὲ κακόν, αἰσχρόν ;

ΑΛ. Ναίϊί.

ΣΩ. Τὴν ἄρ᾽ ἐν τῷ πολέμῳ τοῖς φίλοις βοήθειαν λέγων καλὴν μὲν εἶναι, κακὴν δέ, οὐδὲν διαφερόντως λέγεις ἢ εἰ τιροσεῖπες αὐτὴν ἀγαθὴν μέν. κακὴν δέ.

ἃ 8 χαχῶν εἶνα: σο: δοχεῖ Β!: σοι χαχὸν εἶνα! δοχεῖ Τ 6 ὁ ΔΛ. πᾶνυ γξ... τ θάνατον (ὁ 0) 510». : οαν. ΒΤ {{|8 7 ἔγωγε Β : πᾶνν γε 7 |} 6 18 δὲ Β: δέ γε Τὶ {|{Π8ὸ τ ἀπεργάζετα: Β : ἐργάζεται Τ ᾿ 4168 7

προσεῖπες Β : προξῖπες Τ.

4116 �