Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/127

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΛΕΚΙΒΙΛΔΗΣ 19

ΑΛ. Ναί.

ΣΩ. Ἄρα λέγεις τὰ τοιάδε. οἷον πολλοὶ ἐν πολέμῳ βοη- θήσαντες ἑταίρῳ ἣ οἰκείῳ τραύματα ἔλαθον καὶ ἀπέθανον, οἱ δ᾽ οὐ βοηθήσαντες, δέον, ὑγιεῖς ἀπῆλθον ;

ΑΛ. Πώνυ μὲν οὖν.

ΣΩ. Οὐκοῦν τὴν τοιαύτην βοήθειαν καλὴν μὲν λέγεις κατὰ τὴν ἐπιχείρησιν τοῦ σῶσαι οὗς ἔδει" τοῦτο δ᾽ ἐστὶν ἀνδρεία" ἣ οὔ;

ΑΛ. Ναί.

ΣΩ. Κακὴν δέ γε κατὰ τοὺς θανάτους τε καὶ τὰ ἕλκη" ἦ γάρ; ἃ

ΑΛ. Ναί.

ΣΩ. “Αρ᾽ οὖν οὐκ ἄλλο μὲν ἡ ἀνδρεία, ἄλλο δὲ ὃ θάνα- τος;

ΑΛ. Πάνυ γε.

ΣΩ. Οὐκ ἄρα κατὰ ταὐτόν γ᾽ ἐστὶ καλὸν καὶ κακὸν τὸ τοῖς φίλοις βοηθεῖν ;

ΑΛ. Οὐ φαίνεται.

ΣΩ. Ὅρα τοίνυν εἶ, ἧ γε καλόν, καὶ ἀγαθόν, ὥσπερ καὶ ἔνταθθα: κατὰ τὴν ἀνδρείαν γὰρ ὡμολόγεις καλὸν εἶναι τὴν βοήθειαν: τοῦτ᾽ οὖν αὐτὸ σκόπει, τὴν ἀνδρείαν, ἀγαθὸν ἢ κακόν ; ὧδε δὲ σκόπει" σὺ πότερ᾽ ἂν δέξαιό σοι εἶναι, ἀγαθὰ ἢ κακά:

ΑΛ. ᾿Αγαθά.

ΣΩ. Οὐκοῦν τὰ μέγιστα μάλιστα.

« ΑΛ. Ναί. Σ-

ΣΩ. Καὶ ἥκιστα τῶν τοιούτων δέξαι᾽ ἂν στέρεσθαι ;

ἈΛ. Πῶς γὰρ οὔ;

ΣΩ. Πῶς οὖν λέγεις περὶ ἀνδρείας ; ἐπὶ πόσῳ ἂν αὐτοῦ δέξαιο στέρεσθαι:

Ὁ ξταίρῳ Τ ἑτέρῳ Β Ὁ τὸ τὰ ἰδ : οπι, ΤΊ οι οὖν Τ : οἰκῖβ. ὮΙ] ς 1 κατὰ ταὐτόν Τ: χατ᾽ αὐτόν [5 Ἴ Ὁ τὸ σὺ πότερ᾽ ἂν Τ : ποτέραν Β || ἃ 2. Ναὶ κ((. Πόῦγοο, �