ΑΛΑΠΉΛΔΗΣ -3
ΣΩ. Νῦν γοῦν ὕφ᾽ ὕδρεως μέλλω σε πείθειν τἀναντία οἷς σὺ ἐμὲ οὐκ ἐθέλεις.
ΑΛ. Λέγε δή.
ΣΩ. ᾿Αποκρίνου μόνον τὰ ἐρωτώμενα.
ΑΛ. Μή. ἀλλὰ σὺ αὐτὸς λέγε.
ΣΩ. Τι δ᾽: οὐχ ὅ τι μάλιστα βούλει πεισθῆναι:
ΑΛ. Πάντως δήπου.
ΣΩ. Οὐκοῦν εἰ λέγεις ὅτι ταῦθ᾽ οὕτως ἔχει. μάλιστ᾽ ἂν εἴης πεπεισμένος :
ΑΛ. ἜἜμοιγε δοκεῖ.
ΣΩ. ᾿Αποκρίνου δή᾽ καὶ ἐὰν μὴ αὐτὸς σὺ σαυτοῦ ἀκούσης ὅτι τὰ δίκαια συμφέροντ᾽ ἐστίν, ἄλλῳ γε λέγοντι μὴ πι- στεύσης.
ΑΛ. Οὔτοι. ἀλλ᾽ ἀποκριτέον" καὶ γὰρ οὐδὲν οἴομαι βλα- θήσεσθαι.
ΣΩ. Μαντικὸς γὰρ εἴ: καί μοι λέγε τῶν δικαίων φὴς ἔνια μὲν συμφέρειν, ἔνια δ᾽ οὔ:
ΑΛ. Ναί.
ΣΩ. Τί δέ; τὰ μὲν καλὰ αὐτῶν εἶναι͵ τὰ δ᾽ οὔ:
ΑΛ. Πῶς τοῦτο ἐρωτᾶς ;
ΣΩ. Εἴ τις ἤδη σοι ἔδοξεν αἰσχρὰ μέν. δίκαια δὲ πράτ- τειν:
ΑΛ. Οὐκ ἔμοιγε.
ΣΩ. ᾿Αλλὰ πάντα τὰ δίκαια καὶ καλά ;
ΑΛ. Ναί.
ΣΩ. Τί δ᾽ αὖ τὰ καλά; πότερον πάντα ἀγαθά, ἢ τὰ μέν. τὰ δ᾽ οὔ:
ΑΛ. Οἶμαι ἔγωγε, ὦ Σώκρατες. ἔνια τῶν καλῶν κακὰ εἶναι.
ΣΩ. Ἢ καὶ αἰσχρὰ ἀγαθά ;
Τοβίϊπι. : τιῇ α 7 ᾽᾿Αποχρίνου δὴ... τς ξοιχεῦ (ττὸ ἀ 4) ξξξ 810}.ν ΕΙον.. ὔ1Δ, 70.
Θ 7 ταυτοῦ Τι οπι. Β || 115 ἃ ἡ τί δέ; Τ . οἱ. Β [[4 ὃ ἤδη Τα δὴ 8.0 χαὶ Τ : οὐ, 1||ἃ τι ἡ Τ: οπι. Ὁ �