Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/123

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΛΑΛΕΚΙΒΙΆΔΗΣ 77

οὐκέτ᾽ ἂν ἡδέως τοῦ αὐτοῦ γεύσαιο λόγου, τοῦτον μὲν ἐῶ χαίρειν εἴτ᾽ οἶσθα εἴτε μὴ τὰ ᾿Αθηναίοις συμφέροντα- πότε- ρον δὲ ταὐτά ἐστι δίκαιά τε καὶ συμφέροντ᾽ ἢ ἕτερα, τί οὐκ ἀπέδειξας, εἰ μὲν βούλει, ἐρωτῶν με ὥσπερ ἐγὼ σέ, εἰ δέ, καὶ αὐτὸς ἐπὶ σεαυτοῦ λόγῳ διέξελθε.

ΑΛ, ᾿Αλλ᾽ οὐκ οἶδα εἰ οἷός τ᾽ ἂν εἴην, ὦ Σώκρατες, τιρὸς σὲ διελθεῖν.

ΣΩ. ᾿Αλλ᾽, ὠγαθέ, ἐμὲ ἐκκλησίαν νόμισον καὶ δῆμον" καὶ ἐκεῖ τοί σε δεήσει ἕνα ἕκαστον πείθειν" ἦ γάρ:

ΑΛ. Ναί.

ΣΩ. Οὐκοῦν τοῦ αὐτοῦ ἕνα τε οἷόν τε εἶναι κατὰ μόνας πείθειν καὶ συμπόλλους περὶ ὧν ἂν εἰδῇ, ὥσπερ ὃ γραμμα- τιστὴς ἕνα τέ που πείθει περὶ γραμμάτων καὶ πολλούς :

ΑΛ. Ναί.

ΣΩ. ΓΑρ᾽ οὖν οὐ καὶ περὶ ἀριθμοῦ ὃ αὐτὸς ἕνα τε καὶ πολλοὺς πείσει ;

ΑΛ. Ναί.

ΣΩ. Οὗτος δ᾽ ἔσται ὃ εἰδώς. ὁ ἀριθμητικός ;

ΑΛ. Πάνυ γε.

ΣΩ. Οὐκοῦν σὺ ἅπερ καὶ πολλοὺς οἷός τε πείθειν εἴ, ταῦτα καὶ ἕνα:

ΑΛ. Εἰκός γε.

ΣΩ. Ἔστι δὲ ταῦτα δῆλον ὅτι ἃ οἶσθα.

ΑΛ. Ναί.

ΣΩ. "Αλλο τι οὖν τοσοῦτον μόνον διαφέρει τοῦ ἐν τῷ δήμῳ ῥήτορος ὃ ἐν τῇ τοιᾶδε συνουσίᾳ. ὅτι ὃ μὲν ἁθρόους πείθει τὰ αὐτά, ὃ δὲ καθ᾽ ἕνα:

ΑΛ. Κινδυνεύει.

ΣΩ. Ἴθι νυν, ἐπειδὴ τοῦ αὐτοῦ φαίνεται πολλούς τε καὶ ἕνα πείθειν, ἐν ἐμοὶ ἐμμελέτησον καὶ ἐπιχείρησον ἐπιδεῖξαι ὡς τὸ δίκαιον ἐνίοτε οὐ συμφέρει.

ΑΛ. Ὑθριστὴς εἶ, ὦ Σώκρατες.

114 τὸ σὺ Β : χαὶ σὺ Τ [ὁ τϑ διαφέρει Τ' : διαφέρειν Β |} ἃ ὃ ἐμικελέ- τησον Τ : ἕν μελέτγσον Β. �