Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/121

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ἈΛΚΙΒΙΆΔΗΣ -ὃ

δΒιάδης ὃ καλὸς ὁ Κλεινίου οὐκ ἐπίσταιτο, οἴοιτο δέ, καὶ μέλλοι εἰς ἐκκλησίαν ἐλθὼν συμβουλεύσειν ᾿Αθηναίοις περὶ ὧν οὐδὲν οἶδεν : οὐ ταῦτ᾽ ἦν :

ΑΛ. Φαίνεται.

ΣΩ. Τὸ τοῦ Εὐριπίδου ἄρα συμβαίνει, ὦ ᾿Αλκιβιάδη" σοῦ πάδε κινδυνεύεις, ἀλλ᾽ οὐκ ἐμοῦ ἀκηκοέναι, οὐδ᾽ ἐγώ εἶμι ὁ ταῦτα λέγων, ἀλλὰ σύ, ἐμὲ δὲ αἴτιδ μάτην᾽ καὶ μέντοι καὶ εὖ λέγεις" μανικὸν γὰρ ἔν νῷ ἔχεις ἐπιχείρημα ἐπιχειρεῖν, ὦ βέλτιστε, διδάσκειν ἃ οὐκ οἶσθα, ἀμελήσας μανθάνειν.

ΑΛ. Οἷμαι μέν, ὦ Σώκρατες. ὀλιγάκις ᾿Αθηναίους βου- λεύεσθαι καὶ τοὺς ἄλλους “Ἕλληνας πότερα δικαιότερα ἢ ἀδικώτερα᾽ τὰ μὲν γὰρ τοιαῦτα ἡγοῦνται δῆλα εἶναι- ἐάσαν- τες οὖν περὶ αὐτῶν σκοποῦσιν ὁπότερα συνοίσει τιράξασιν. Οὐ γὰρ ταὐτά, οἶμαι, ἐστὶν τά τε δίκαια καὶ τὰ συμφέροντα, ἀλλὰ πολλοῖς δὴ ἐλυσιτέλησεν ἀδικήσασι μεγάλα ἀδικήματα, καὶ ἑτέροις γε, οἶμαι, δίκαια ἐργασαμένοις οὐ συνήνεγκεν.

ΣΩ. Τί οὖν ; εἰ ὅ τι μάλιστα ἕτερα μὲν τὰ δίκαια τυγχάνει ὄντα, ἕτερα δὲ τὰ συμφέροντα, οὔ τί που αὖ σὺ οἴει ταῦτ᾽ εἰδέναι ἃ συμφέρει τοῖς ἀνθρώποις καὶ δι᾽ ὅ τι:

ΑΛ. Τί γὰρ κωλύει, ὦ Σώκρατες ; εἰ μή μ᾽ αὖ ἐρῆση παρ᾽ ὅτου ἔμαθον ἢ ὅπως αὐτὸς ηὗρον.

ΣΩ. Οἷον τοῦτο ποιεῖς" εἴ τι μὴ ὀρθῶς λέγεις, τυγχάνει δὲ δυνατὸν ὃν ἀποδεῖξαι δι᾽ οὗτερ καὶ τὸ πρότερον λόγου, οἴει δὴ καινὰ ἅττα δεῖν ἀκούειν ἀποδείξεις τε ἑτέρας, ὡς πῶν τιροτέρων οἷον σκευαρίων κατατετριμμένων, καὶ οὐκέτ᾽ ἂν σὺ αὐτὰ ἀμπίσχοιο, εἶ μὴ τίς σοι τεκμήριον καθαρὸν καὶ ἄχραντον οἴσει ; ἐγὼ δὲ χαίρειν ἐάσας τὰς σὰς τιροδρομὰς "τοῦ λόγου οὐδὲν ἧττον ἐρήσομαι πόθεν μαθὼν αὖ τὰ συμφέ- ροντ᾽ ἐπίστασαι καὶ ὅστις ἐστὶν ὃ διδάσκαλος καὶ πάντ᾽ ἐκεῖνα τὰ τιρότερον ἐρωτῶ μιᾷ ἐρωτήσει, ᾿Αλλὰ γὰρ δῆλον ὡς εἷς ταὐτὸν ἥξεις καὶ οὐχ ἕξεις ἀποδεῖξαι οὔθ᾽ ὡς ἐξευρὼν οἶσθα τὰ συμφέροντα οὔθ᾽ ὡς μαθών. ᾿Επειδὴ δὲ τρυφᾶς καὶ

(Ὁ ἃ Ευτίρ. Πίρρ. 382 [1 6 4 ἐμὲ δὲ αἰτιᾷ Τ. με διαιτιᾷ Β.

Ἰ. -- 8

414 �