ΛΔΑΝΙΒΙΆΔΗΣ
“Ἰ ἀπὸ
ΑΛ. Πάντως δήτιου, ὦ Σώκρατες.
ΣΩ. Οὐκοῦν ταῦτα ποιήματά ἐστι περὶ διαφορᾶς δικαίων τε καὶ ἀδίκων :
ΑΛ. Ναί.
ΣΩ. Καὶ αἵ μάχαι γε καὶ οἵ θάνατοι διὰ ταύτην τὴν διαφορὰν τοῖς τε ᾿Αχαιοῖς καὶ τοῖς ἄλλοις Τρωσὶν ἐγένοντο, καὶ τοῖς μνηστῆρσι τοῖς τῆς Πηνελόπης καὶ τῷ ᾽᾿Οδυσσεῖ.
ΑΛ. ᾿Αληθῆ λέγεις.
ΣΩ. Οἷμαι δέ, καὶ τοῖς ἐν Τανάγρᾳ ᾿Αθηναίων τε καὶ Λακεδαιμονίων καὶ Βοιωτῶν ἀποθανοῦσι καὶ τοῖς ὕστερον ἐν Κορωνεία. ἐν οἷς καὶ ὃ σὸς πατὴρ Κλεινίας ἐτελεύτησεν. οὐδὲ περὶ ἑνὸς ἄλλου ἧ διαφορὰ ἢ περὶ τοῦ δικαίου καὶ ἀδίκου τοὺς θανάτους καὶ τὰς μάχας τιεποίηκεν᾽ ἦ γάρ ;
ΑΛ. ᾿Αληθῆ λέγεις. [
ΣΩ. Τούτους οὖν φῶμεν ἐπίστασθαι περὶ ὧν οὕτως σφόδρα διαφέρονται ὥστε ἀμφισβητοῦντες ἀλλήλοις τὰ ἔσχατα σφᾶς αὐτοὺς ἐργάζονται ;
ΑΛ. Οὐ φαίνεταί γε.
ΣΩ. Οὐκοῦν εἷς τοὺς τοιούτους διδασκάλους ἀναφέρεις οὗς ὁμολογεῖς αὐτὸς μὴ εἰδέναι ;
ΑΛ. Ἔοικα.
ΣΩ. Πᾶς οὖν εἰκός σε εἰδέναι τὰ δίκαια Καὶ τὰ ἄδικα, περὶ ὧν οὕτω τιλανᾷ καὶ οὔτε μαθὼν φαίνῃ τπιαρ᾽ οὐδενὸς οὔτ᾽ αὐτὸς ἐξευρών :
ΑΛ. Ἐκ μὲν ὧν σὺ λέγεις οὖκ εἶκός.
ΣΩ. ὋὉρᾶς αὖ τοῦθ᾽ ὡς οὐ καλῶς εἶπες, ὦ ᾿Αλκιβιάδη ;
ΑΛ: Τὸ ποῖον :
ΣΩ. Ὅτι ἐμὲ φὴς ταῦτα λέγειν.
ΑΛ. Τί δέ; οὐ σὺ λέγεις ὡς ἐγὼ οὐδὲν ἐπίσταμαι περὶ τῶν δικαίων καὶ ἀδίκων :
ΣΩ. Οὐ μέντοι.
ΑΛ. ᾿Αλλ᾽ ἐγώ;
ο Ὁ ἢ διαφορὰ... πεποίηκεν Βὶ : τὴν διχφύρᾶν... πεποιηκέναι ΤΊ 6 1 οὐδὲν ἐπίπταα: όπ. τϑ8ή. : συνετέσταα! ΠΤ. �