Μετάβαση στο περιεχόμενο

Σελίδα:Platon - Œuvres complètes, Les Belles Lettres, tome I.djvu/111

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

ΔΑΚΙΒΙΆΔΗΣ τι

ΑΛ. Οὐ δῆτα.

ΣΩ. Πότ᾽ οὖν ἀγνοεῖν ἡγοῦ : σκότιει᾽ οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.

ΑΛ. Μὰ τὸν Δί᾽, ὦ Σώκρατες, οὔκουν ἔχω γ᾽ εἰπεῖν.

ΣΩ. Εὑρὼν μὲν ἄρ᾽ οὐκ οἶσθα αὐτά.

ΑΛ. Οὐ πάνυ φαίνομαι.

ΣΩ. ᾿Αλλὰ μὴν ἄρτι γε οὐδὲ μαθὼν ἔφησθα εἰδέναι" εἶ δὲ μῆθ᾽ ηὗρες μὴτ᾽ ἔμαθες. τπιὸς οἶσθα καὶ πόθεν ;

ΑΛ. ᾿Αλλ᾽ ἴσως τοῦτό σοι οὐκ ὀρθῶς ἀπεκρινάμην, τὸ φάναι εἰδέναι αὐτὸς ἐξευρών.

ΣΩ. Τὸ δὲ πῶς εἶχεν :

ΑΛ. Ἔμαθον, οἶμαι, καὶ ἐγὼ ὥσπερ καὶ οἵ ἄλλοι.

ΣΩ. Πάλιν εἰς τὸν αὐτὸν ἥκομεν λόγον’ παρὰ τοῦ : φράζε κἀμοί.

ΑΛ. Παρὰ τῶν πολλῶν.

ΣΩ. Οὐκ εἰς σπουδαίους γε διδασκάλους καταφεύγεις εἷς τοὺς πολλοὺς ἀναφέρων.

ΑΛ. Τι δέ; οὐχ ἱκανοὶ διδάξαι οὗτοι ;

ΣΩ. Οὔκουν τὰ πεττευτικά γε καὶ τὰ μή᾽ καίτοι φαυλό- τερα αὐτὰ οἶμαι τῶν δικαίων εἶναι. ΤΊ δέ ; σὺ οὐχ οὕτως οἴει ;

ΑΛ. Ναὶ.

ΣΩ. Εἶτα τὰ μὲν φαυλότερα οὐχ οἷοί τε διδάσκειν, τὰ δὲ σπουδαιότερα ;

ΑΛ. Οἶμαι ἔγωγε: ἄλλα γοῦν πολλὰ οἷοί τ᾽ εἰσὶν διδάσκειν στιουδαιότερα τοῦ πεττεύειν.

ΣΩ. Ποῖα ταῦτα:

ΑΛ. Οἷον καὶ τὸ ἑλληνίζειν παρὰ τούτων ἔγωγ᾽ ἔμαθον,

καὶ οὐκ ἂν ἔχοιμι εἰπεῖν ἐμαυτοῦ διδάσκαλον, ἀλλ᾽ εἷς τοὺς αὐτοὺς ἀναφέρω οὗς σὺ φὴς οὗ σπουδαίους εἶναι διδασκά- λους.

Τοδιϊπι. ᾿ τιὸ ἃ τ υϑοὼν μὲν... --α ἀναφέοων (6 8})-- δῖοΡ., ΕἸογὶ!., Ἂν, θη.

6. ἅ χαταφεύγεις Τ : χαταφεύγε: 18} Θ᾽ 11 οἷοί τ᾽ Ῥχοοίιβ : οἷο: ΒΤΊ 114 ἃ ἂν Τ : οπι. Βὶ 8 8 αὐτοὺς Τ : ἐμαυτοὺς Β.

111 �