ΑΛΚΙΒΙΛΔῊΣ θῳ
ΣΩ. Αὐτὸ τοῦτο.
ΑΛ. ᾿Αλλὰ μὴν τοῦτό γε διαφέρει ὅλον τε καὶ πᾶν.
ΣΩ. Τί οὖν ; ᾿Αθηναίοις σὺ πρὸς ποτέρους συμβουλεύσεις πολεμεῖν, τοὺς ἀδικοῦντας ἢ τοὺς τὰ δίκαια πράττοντας ;
ΑΛ. Δεινὸν τοῦτό γε ἐρωτᾶς᾽ εἶ γὰρ καὶ διανοεῖταί τις ὡς δεῖ πρὸς τοὺς τὰ δίκαια πράττοντας πολεμεῖν, οὐκ ἂν δμολογῆσειέν γε.
ΣΩ. Οὐ γὰρ νόμιμον τοῦθ᾽, ὡς ἔοικεν.
ΑΛ. Οὐ δῆτα: οὐδέ γε καλὸν δοκεῖ εἶναι.
ΣΩ. Πρὸς τοῦτ᾽ ἄρα καὶ σὺ τὸ δίκαιον τοὺς λόγους -ποιῆση :
ΑΛ. ᾿Ανάγκη.
ΣΩ. ἼΑλλο τι οὖν, ὃ νυνδὴ ἐγὼ ἠρώτων βέλτιον τιρὸς τὸ πολεμεῖν καὶ μή, καὶ οἷς δεῖ καὶ οἷς μή, καὶ ὁπότε καὶ μή, τὸ δικαιότερον τυγχάνει ὄν : ἢ οὔ;
ΑΛ. Φαίνεταί γε.
ΣΩ. Πῶς οὖν, ὦ φίλε ᾿Αλκιθιάδη ; πότερον σαυτὸν λέληθας ὅτι οὐκ ἐπίστασαι τοῦτο, ἢ ἐμὲ ἔλαθες μανθάνων καὶ φοιτῶν εἰς διδασκάλου ὅς σε ἐδίδασκεν διαγιγνώσκειν τὸ δικαιότερόν τε καὶ ἀδικώτερον : καὶ τίς ἐστιν οὗτος : φράσον καὶ ἐμοί, ἵνα αὐτῷ φοιτητὴν τιροξενῆσης καὶ ἐμέ.
ΑΛ. Σκώπτεις, ὦ Σώκρατες.
ΣΩ. Οὐ μὰ τὸν Φίλιον τὸν ἐμόν τε καὶ σόν, ὃν ἐγὼ ἥκιστ᾽ ἂν ἐπιορκήσαιμι- ἀλλ᾽ εἴπερ ἔχεις, εἰπὲ τίς ἐστιν.
ΑΛ. Τί δ᾽, εἰ μὴ ἔχω ; οὐκ ἂν οἴει με ἄλλως εἰδέναι περὶ τῶν δικαίων καὶ ἀδίκων -:
ΣΩ. Ναί, εἴ γε εὕροις.
ΑΛ. ᾿Αλλ᾽ οὐκ ἂν εὑρεῖν με ἥγῆ;
ΣΩ. Καὶ μάλα γ᾽, εἰ ζητήσαις.
ΑΛ. Εἶτα ζητῆσαι οὐκ ἂν οἴει με:
Τεείϊπι. : τοῦ 6 2 Τί δ᾽ εἰ μὴ ἔχω... --- εἰδέναι (6 8) --- 5:0Ρ., ΕΊο- γί, ΙΧ, 608. ΟΌ τοῦτ᾽ δίορῃ. : ταῦτ᾽ ΒΤ || ἀ 7 οὐ μὰ Ῥτοοίυβ : μὰ ΒΤ. �