Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/533

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
10571058
SCALA PARADISI. — GRADUS XXVI.

καὶ δυσερμήνευτος· καὶ ποῖά τε τῶν πραγμάτων, καθ᾿ ἡμᾶς ἀνυπερθέτως ὀφείλουσι γίνεσθαι· καὶ πάσης ἀναμονῆς ὀξυτέρως, κατὰ τὸν λέγοντα· Οὐαὶ ὁ ἀναβαλλόμενος ἡμέραν ἐξ ἡμέρας, καὶ καιρὸν ἐκ καιροῦ. Ποῖα δὲ πάλιν μετὰ ἐπιεικείας καὶ περισκέψεως· ὡς παραινεῖ ὁ εἰρηκώς, Μετὰ κυβερνήσεως γίνεται πόλεμος, καὶ πάλιν· Πάντα εὐσχημόνως, καὶ κατὰ τάξιν γινέσθω. Οὐκ ἔστι γὰρ, οὐκ ἔστι τῶν τυχόντων τὰ τοιάδε δυσδιάκριτα θᾶττον εὐκρινῶς διαγνῶναι, εἴπερ καὶ ὁ θεοφόρος, καὶ τὸ πνεῦμα ἐν ἑαυτῷ λαλοῦν ἔχων, τοῦτο πολλάκις φαίνεται προσευχόμενος· καὶ ποτὲ μὲν λέγων· Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· ποτὲ δὲ πάλιν· Ὁδήγησόν με ἐπὶ τὴν ἀλήθειάν σου· καὶ πάλιν· Γνώρισόν μοι, Κύριε, ὁδὸν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἀπὸ πάσης μερίμνης βιωτικῆς, καὶ πάθους τὴν ψυχήν μου ἦρα καὶ ὕψωσα. Ὅσοι τὸ τοῦ Κυρίου μαθεῖν ἠβουλήθησαν θέλημα (2), ἐν αὐτοῖς θανεῖν κεχρεωστήκασιν [al. τὸ ἑαυτὸν πρότερον θανατῶσαι]· πίστει τοίνυν καὶ ἀπονήρῳ [al. ἑαυτοὺς ἀπαρνούμενοι πίστει, etc.] ἁπλότητι προσευξάμενοι, καὶ ψυχὰς πατέρων ἢ καὶ ἀδελφῶν ἐν ταπεινώσει καὶ ἀνενδοιάστῳ καρδίᾳ ἐρωτήσαντες, ὡς ἐκ Θεοῦ στόματος τὰ παρ᾿ αὐτῶν συμβουλευόμενα δεχέσθωσαν· εἰ καὶ ἐναντία τῷ ἑαυτῶν σκοπῷ τὰ εἰρημένα τυγχάνουσιν, εἰ καὶ μὴ πάνυ πνευματικοὶ οἱ ἐρωτηθέντες καθεστήκασιν· οὐκ ἔστι γὰρ ἄδικος ὁ Θεὸς ψυχὰς πίστει καὶ ἀκακίᾳ ἑαυτὰς τῇ τοῦ πλησίον συμβουλῇ καὶ κρίσει ταπεινωσάσας ἀπατῆσαι, κἂν ἄλογοι οἱ ἐρωτηθέντες τυγχάνωσιν· ἀλλ᾿ ὁ λαλῶν ἄϋλος καὶ ἀόρατος.

Πολλῆς ταπεινοφροσύνης ἀνάπλεοι καθεστήκασιν, οἱ τῷ προειρημένῳ ἡμῖν ἀνενδοιάστως στοιχοῦντες κανόνι. Εἰ γὰρ ἐν ψαλτηρίῳ (3) τὸ ἑαυτοῦ τις ἤνοιγε πρόβλημα (4), πόσον οἴεσθε λογικὸν νοῦν καὶ ψυχὴν νοερὰν ἀψύχου διαφέρειν ἀποφθέγματος; Πολλοὶ οἱ μήπω τὸ τέλειον τοῦτο καὶ κοῦφον ἀγαθὸν τὸ προειρημένον ἐξ αὐταρεσκείας κατειληφότες (5)· ἀλλ᾿ ἐξ ἑαυτῶν καὶ ἐν ἑαυτοῖς τὸ τοῦ Κυρίου καταλαβεῖν εὐάρεστον ἐπιχειρήσαντες, ποικίλας ἡμῖν λίαν καὶ πλείστας τὰς περὶ τούτου κρίσεις ὑφηγήσαντο. Ἀπέστησάν τινες τῶν συζητητῶν πάσης προσπαθείας, τὸν ἑαυτὸν λογισμὸν ἐπὶ ταῖς ἑκατέραις βουλαῖς τῆς ψυχῆς, λέγω δὴ τῇ ἐπιχειρουμένῃ καὶ τῇ ἀντιλεγούσῃ, καὶ γυμνὸν τὸν ἑαυτὸν νοῦν οἰκείου θελήματος ἐν ζεούσῃ δεήσει ἐπὶ ῥητὰς ἡμέρας παραστήσαντες τῷ Κυρίῳ τῆς ἐπιγνώσεως τοῦ θελήματος αὐτοῦ ἐπέτυχον· ἢ νοὸς νοεροῦ νοερῶς τῷ ἡμετέρῳ νοῒ συλλαλήσαντος, ἢ τῆς μιᾶς ἐννοίας τελέως τῆς ψυχῆς ἐξαφανισθείσης. Ἄλλοι ἐκ τῆς ἐπακολουθείσης τῷ ἐγχειρήματι θλίψεως καὶ διασκεδασμοῦ τοῦτο θεῖον εἶναι κατέλαβον κατὰ τὸν εἰπόντα· Ἠθελήσαμεν ἐλθεῖν πρὸς ὑμᾶς, καὶ ἅπαξ, καὶ δὶς, καὶ ἐνέκοψεν ἡμᾶς ὁ Σατανᾶς. Ἕτεροι τὸ ἐναντίον πάλιν