Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/474

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.

Ἐπαινετὸν ἔργον ὁ κτησάμενος, καὶ Θεῷ πλησιάζει, καὶ δαίμονας δραπετεύει.



ΛΟΓΟΣ Κʹ.
Περὶ ἀγρυπνίας σωματικῆς, πῶς διὰ ταύτης γίνεται ἡ τοῦ πνεύματος, καὶ πῶς δεῖ ταύτην μετιέναι.

Τοῖς ἐπὶ γῆς βασιλεῦσιν οἱ μὲν ἄοπλοί τινες καὶ γυμνοὶ, οἱ δὲ ῥάβδους κατέχοντες, οἱ δὲ θυρεοὺς, οἱ δὲ μαχαίρας παρίστανται· πολλὴ δέ τις ἡ διαφορὰ τῶν πρωτευόντων παρὰ τοὺς ἐσχάτους καὶ ἀσύγκριτος. Οὗτοι γὰρ καὶ συγγενεῖς κυρίως, καὶ οἰκεῖοι τοῦ βασιλέως εἶναι πεφύκασι. Καὶ ταῦτα μὲν ἐν τούτοις· φέρε δὴ λοιπὸν καὶ ἡμεῖς ἴδωμεν πῶς τὴν ἡμετέραν παράστασιν πρὸς τὸν Θεὸν καὶ βασιλέα ποιούμεθα, ἔν τε ταῖς ἑσπεριναῖς, καὶ ἡμεριναῖς, καὶ νυκτεριναῖς παραστάσεσι καὶ εὐχαῖς. Τινὲς μὲν γὰρ ἐν τῇ ἑσπερινῇ διανυκτερεύσει ἄϋλοι, καὶ γυμνοὶ πάσης φροντίδος, ἐπὶ προσευχὴν τὰς χεῖρας ἐκτείνουσιν· ἕτεροι δὲ, μετὰ ψαλμῳδίας ἐν ταύταις παρίστανται· ἄλλοι, τῇ ἀναγνώσει μᾶλλον προσκαρτεροῦσι· τινὲς δὲ, διὰ τοῦ ἔργου τῶν χειρῶν ἐξ ἀσθενείας ἀνδρείως τῷ ὕπνῳ μάχονται· ἄλλοι, τῇ τοῦ θανάτου ἐννοίᾳ προσασχολούμενοι, διὰ ταύτης κατάνυξιν προσλαβέσθαι βούλονται. Τούτων πάντων οἱ πρῶτοι καὶ ἔσχατοι θεοφιλεῖ προσκαρτεροῦσι διανυκτερεύσει· οἱ δὲ δεύτεροι, μοναχικῇ· οἱ δὲ τρίτοι ἐσχατωτέραν βαδίζουσιν ὁδόν· πλὴν κατὰ τὸν λογισμὸν καὶ τὴν δύναμιν ὁ Θεὸς τὰ δῶρα δέχεταικαὶ λογίζεται· ἄγρυπνον ὄμμα ἥγνισεν νοῦν. Πλῆθος δὲ ὕπνου ἐπώρωσε ψυχήν· ὁ δὲ ὑπνώδης, ταύτης σύζυγος· ἀγρυπνία πυρώσεων θραῦσις· ἐνυπνιασμῶν λύτρωσις· κάθυγρος ὀφθαλμὸς, ἡπαλυμένη καρδία, λογισμῶν φυλακὴ, βρωμάτων χωνευτήριον, πνευμάτων δαμαστήριον, γλώττης κολαστήριον, φαντασιῶν φυγαδευτήριον. Μοναχὸς ἄγρυπνος, ἁλιευτὴς λογισμῶν, ἐν γαλήνῃ νυκτὸς εὐχερῶς τούτους κατανοεῖν, καὶ ἀγρεύειν δυνάμε