Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/421

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
833834
SCALA PARADISI. — GRADUS VIII.

ὁ πρότερος, ἔῤῥωσο ὁ δεύτερος, μακάριος ἐν Κυρίῳ καὶ ἀγαλλιῶ ὁ τρίτος· ἐλεεινὸν (12) ἐπεσημηνάμην ἐν ὀργίλοις θέαμα, ἐξ οἰήσεως λεληθότως αὐτοῖς συμβαῖνον, ὀργιζόμενοι γὰρ διὰ τὴν ἧτταν, πάλιν ὠργίζοντο· καὶ πτώματι πτῶμα ἐκδιωκόμενον ὁρῶν ἐθαύμαζον· καὶ ἁμαρτίαν ἁμαρτίᾳ διεκδικοῦντας ἠλέουν θεώμενος, καὶ δαιμόνων πανουργίαν ἐκπληττόμενος, τῆς ἑαυτοῦ ζωῆς μικροῦ δεῖν ἀπεγίνωσκον. Εἴ τις ἑαυτὸν ἀπὸ οἰήσεως καὶ ὀξυχολίας, πονηρίας τε καὶ ὑποκρίσεως εὐχερῶς ἡττώμενον θεάσοιτο, καὶ οὕτως τὴν μάχαιραν τῆς πραότητος καὶ ἀνεξικακίας δίστομον καθ᾿ αὐτῶν ἐσκέψατο σπάσασθαι, οὗτος πορευθεὶς παραγένηται, ὥσπερ ἐν κναφείῳ σωτηρίας, ἐν συνοδίᾳ ἀδελφῶν, καὶ μάλιστα σκληροτάτων, εἴπερ αὐτὰ τελείως ἐκδύσασθαι βούλεται, ἵνα ἐκεῖσε ἐξ ὕβρεων καὶ ἀτιμιῶν, καὶ τρικυμιῶν τῶν ἀδελφῶν τεινόμενος, καὶ νοερῶς τυπτόμενος, ἢ τάχα που καὶ αἰσθητῶς ξεόμενος, καὶ πατούμενος καὶ λακτιζόμενος, τὸν ῥύπον τὸν ἐνυπάρχοντα αὐτοῦ τῇ αἰσθήσει τῆς ψυχῆς ἀποπλύνῃ· αὐτή σε ἡ δημώδης φωνὴ πεισάτω πλυντήριον τὸν ὀνειδισμὸν τῶν τῆς ψυχῆς παθῶν καθίστασθαι· φασὶ γάρ τινες τῶν ἐν τῷ κόσμῳ ἡνίκα τινὰ κατὰ πρόσωπον ἀτιμίας περιβάλλουσι, καυχώμενοι πρὸς ἑτέρους, ὅτι τὸν δεῖνα ἀπέπλυνα. Ὅ τι καὶ ἀληθὲς καθέστηκεν. Ἄλλη ἐστὶν ἡ ἐκ πένθους ἐν τοῖς εἰσαγωγικοῖς ἀοργησία, καὶ ἑτέρα, ἡ ἐν τοῖς τελείοις ὑπάρχουσα ἀκινησία· καὶ ἡ μὲν, ὥσπερ χαλινῷ τινι τῷ δακρύῳ δέδεται. Ἡ δὲ, ὥσπερ ὄφις ὑπὸ τῆς ἀπαθείας, ὡς ὑπὸ μαχαίρας, τεθανάτωται. Τρεῖς ἔγωγε (13) ὁμοθυμαδὸν ἑώρακα μοναχοὺς ἀτιμασθέντας· καὶ ὁ μὲν δέδηκται [δέδηκτο, al. δέδακται], καὶ ἐσιώπησεν· ὁ δὲ ἐχάρη ἑαυτοῦ χάριν, λελύπηται δὲ περὶ τοῦ λοιδορήσαντος· ὁ δὲ τρίτος τὴν τοῦ πλησίον βλάβην ἀνατυπώσας ἐδάκρυσε θερμῶς· καὶ ἦν ἰδεῖν φόβου, καὶ μισθοῦ, καὶ ἀγάπης ἐργάτας. Ὥσπερ ὁ τῶν σωμάτων πυρετὸς, εἷς μέν ἐστι, πολλὰς δὲ καὶ οὐ μίαν τῆς αὐτοῦ ζέσεως τὴν ἀφορμὴν κέκτηται· οὕτως καὶ ἡ τοῦ θυμοῦ ζέσις, καὶ κίνησις, καὶ τῶν λοιπῶν ἡμῶν παθῶν πολλὰς καὶ διαφόρους αἰτίας ἔχουσα καθεστήκασι. Διὸ καὶ ἀδύνατον κατὰ τούτων μονοτρόπως ὁρίσασθαι. Γνώμην δὲ δίδωμι μᾶλλον ἐν ἑκάστου λοιπὸν τῶν νοσούντων μεμεριμνημένῃ σπουδῇ τῆς ἰατρείας τὴν θεραπείαν ἐπιζητεῖν. Πρώτη δ᾿ ἂν εἴη θεραπεία, τῆς αὐτοῦ ἀλγηδόνος τὴν αἰτίαν ἐπιγνῶναι, ἵνα τῆς αἰτίας εὑρεθείσης πρὸς αὐτὴν, καὶ τὴν ἔμπλαστρον ἐκ προνοίας Θεοῦ καὶ ἰατρῶν πνευματικῶν λήψεται, ὡς ἐν ὑποδείγμασιν οἱ βουλόμενοι ἡμῖν ἐν Κυρίῳ εἰς τὸ νοερὸν καὶ προβεβλημένον δικαστήριον συνεισελθεῖν, συνεισελθέτωσαν, καὶ ἀμυδρῶς πως περὶ τῶν προειρημένων παθῶν ἢ αἰτιῶν βασανίσωμεν. Δεθήτω λοιπὸν θυμὸς ὡς τύραννος ἐν δεσμοῖς πραότητος, καὶ τυπτόμενος ὑπὸ μακροθυμίας ἐκσυρόμενός τε ὑπὸ τῆς ἁγίας ἀγάπης ἐν τῷ βήματι τούτῳ τοῦ λόγου παραστὰς τὰ προσήκοντα ἐξεταζέσθω. Λέγε ἡμῖν, ὦ παράφρον καὶ ἄσεμνε, τήν τε τοῦ γεγεννηκότος [σε] προσηγορίαν, καὶ τῆς κακῶς τεκούσης σε προσωνυμίαν, τῶν σῶν τε υἱῶν καὶ θυγατέρων μιαρῶν τὰ ὀνόματα· οὐ μόνον δὲ,