Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/405

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
801802
SCALA PARADISI. — GRADUS VII.



ΛΟΓΟΣ Ζʹ.
Περὶ τοῦ χαροποιοῦ πένθους.

Πένθος κατὰ Θεόν ἐστι σκυθρωπότης ψυχῆς ἐνωδύνου καρδίας διάθεσις, ἀεὶ τὸ διψώμενον ἐμμανῶς ζητοῦσα· καὶ ἐν τῇ τούτου ἀποτυχίᾳ ἐμπόνως διώκουσα, καὶ ὄπισθεν τούτου ὁ δυνηρῶς ὀλολύζουσα. Ἢ οὕτως· πένθος ἐστὶ κέντρον χρύσεον ψυχῆς πάσης προσηλώσεως καὶ σχέσεως γυμνωθέν· καὶ ἐν ἐπισκοπῇ καρδίας ὑπὸ τῆς ὁσίας λύπης καταπηχθέν. Κατάνυξίς ἐστιν ἀένναος συνειδότος βασανισμὸς, διὰ νοερᾶς ἐξαγορεύσεως τὴν ἀνάψυξιν τοῦ πυρὸς τῆς καρδίας πραγματευόμενος. Ἐξομολόγησίς ἐστι λήθη φύσεως, εἴπερ ἐπελάθετό τις τοῦ φαγεῖν τὸν ἄρτον αὐτοῦ. Μετάνοιά ἐστιν ἄθλιπτος στέρησις πά-