Σελίδα:Patrologia Graeca, 88 (1864).pdf/340

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
671672
S. JOANNIS CLIMACI

τες χαρίσματος, τὸν λογισμὸν ἀνυψώσωμεν. Ἐν τοῖς πειθομένοις τῷ δαίμονι πολλάκις προφήτης ἐγένετο· ἐν τοῖς δὲ ἐξουθενοῦσιν αὐτὸν, ἀεὶ ἐψεύσατο. Πνεῦμα ὃ τὰ ἐντὸς τοῦ ἀέρος τούτου ἑώρακεν, καὶ νοήσας αὐτὸν θνήσκοντα, δι᾿ ἐνυπνίου ἐν τοῖς κουφοτέροις προεφήτευσεν· οὐδὲν τῶν μελλόντων ἐκ προγνώσεως οἴδασιν· ἐπεὶ οἱ φαρμακοὶ ἡμῖν καὶ τὸν θάνατον προλέγειν ἐδύναντο. Εἰς ἄγγελον φωτὸς καὶ μαρτύρων εἶδος πολλάκις μετασχηματίζονται, καὶ ἡμᾶς προσερχομένους αὐτοῖς καθ᾿ ὕπνους ὑπέδειξαν διυπνισθέντας δὲ χαρᾷ, καὶ οἰήσει κατεβάπτισαν. Τοῦτο δή σοι ἔσται τὸ σημεῖον πλάνης· κολάσεις καὶ κρίσεις, καὶ χωρισμοὺς ὑποδεικνύουσιν ἄγγελοι· διυπνισθέντας ἐντρόμους, καὶ σκυθρωποὺς ἀπεργάζονται. Ὁπόταν ἐν τοῖς ὕπνοις τοῖς δαίμοσι πείθεσθαι ἀρξώμεθα, τότε λοιπὸν καὶ ἐγρηγορότας ἐμπαίζουσιν. Ὁ ἐνυπνίοις πεισθεὶς εἰς ἅπαν ἀδόκιμος. Ὁ δὲ πᾶσιν ἀπιστῶν, φιλόσοφος οὗτος· πᾶσί σοι τοῖς κόλασιν, καὶ κρίσιν εὐαγγελιζομένοις πίστευε μόνοις· εἰ δὲ ἀπόγνωσίς σοι διενοχλεῖ, καὶ ταῦτα ἐκ δαιμόνων.

Ὁ τρίτος Τριάδος ἰσάριθμος δρόμος· ὁ ἐπιβεβηκὼς μὴ περιβλέψῃ δεξιὰ, ἢ ἀριστερά.


ΣΧΟΛΙΑ ΕΙΣ ΛΟΓΟΝ Γ.
Περὶ ξενιτείας.
Σχόλιον αʹ

Ἤγουν, συγγενῶν, κτημάτων, χρημάτων, βρωμάτων, παθῶν, μετεωρισμῶν, τόπων, δόξης καὶ λοιπῶν.

Σχόλιον ἄλλο.

Ξένος ἐστὶν ὁ κατὰ διάνοιαν ἔξω γενόμενος πάντων τῶν βιωτικῶν

Σχόλιον ἄλλο.

Ξένος ἐκεῖνος, οὗ ξένα τὰ τοῦ κόσμου.

Σχόλιον ἄλλο.

Ἐὰν ξενιτεύσῃς διὰ τὸν Θεὸν μὴ θελήσῃς συμμίξαι ἑαυτὸν μετὰ τῶν ἐν τῷ τόπῳ, μηδὲ τὸν λόγον σου συμμίξῃς μετ᾿ αὐτῶν. Ἐπεὶ συμφέρει σοι σχεδὸν εἶναι μετὰ τῶν κατὰ σάρκα συγγενῶν σου μᾶλλον.

Σχόλιον βʹ

Διὰ τοῦ πάντων χωρισμοῦ τὰ ἔνοικα διώκει πάθη, καὶ τηνικαῦτα γίνεται Θεοῦ ἀχώριστος. Τῶν δὲ πα-