Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/89

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
75
ΥΜΝΟΙ. XXXI. XXXII.
XXXI. ΥΜΝΟΣ ΚΟΥΡΗΤΩΝ.

Σκιρτηταὶ Κουρῆτες, ἐνόπλια βήματα θέντες,
ποσσίκροτοι, ῥομβηταί, ὀρέστεροι, εὐαστῆρες,
κρουσιλύραι, παράρυθμοι, ἐπεμβάται ἴχνεσι κούφοις,
ὁπλοφόροι, φύλακες, κοσμήτορες, ἀγλαόφημοι,
μητρὸς ὀρειμανέος συνοπάονες, ὀργιοφάνται· 5
ἔλθοιτ’ εὐμενέοντες ἐπ’ εὐφήμοισι λόγοισι,
βουκόλῳ εὐάντητοι ἀεὶ κεχαρηότι θυμῷ.

XXXII. ΑΘΗΝΑΣ, θυμίαμα ἀρώματα.

Παλλὰς μουνογενές, μεγάλου Διὸς ἔκγονε σεμνή,
δῖα, μάκαιρα θεά, πολεμοκλόνος, ὀβριμόθυμε,
ἄρρητη, ῥητή, μεγαλώνυμος, ἀντροδίαιτε·
ἣ κατέχεις ὄχθων ὑψηχεας ἀκρωρείας
ἠδ’ ὄρεα σκιόεντα, νάπῃσί τε σὴν φρένα τέρπεις, 5
ὁπλοχαρής, οἰστροῦσα βροτῶν ψυχὰς μανίῃσι,
γυμνάζουσα κόρη, φρικώδη θυμὸν ἔχουσα,
Γοργοφόνος, φυγόλεκτρε, τεχνῶν μῆτερ πολύολβε.
ὁρμήτειρα, φίλοιστρε κακοῖς, ἀγαθοῖς δὲ φρόνησις·
ἄρσην μὲν καὶ θῆλυς ἔφυς, πολεμήτοκε μῆτι. 10
αἰολόμορφε, δράκαινα, φιλένθεος, ἀγλαότιμε·
Φλεγραίων ὀλέτειρα Γιγάντων, ἱππελάτειρα.
Τριτογένεια, λύτειρα κακῶν, νικηφόρε δαῖμον,
γλαυκώφ’, εὑρεσίτεχνε, πολυλλίστη βασίλεια
ἤματα καὶ νύκτας αἰεὶ νεάτῃσιν ἐν ὥραις, 15