Μετάβαση στο περιεχόμενο

Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/82

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
68
ΥΜΝΟΙ. XVIII.

ὃς τριτάτης ἔλαχες μοίρης βαθὺ χεῦμα θαλάσσης,
κύμασι τερπόμενος, θηρσίν θ’ ἅμα, πότνιε δαῖμον·
ἕδρανα γῆς σῴζοις καὶ νηῶν εὔδρομον ὁρμήν,
εἰρήνην, ὑγίειαν ἄγων, ἠδ’ ὄλβον ἀμεμφῆ. 10

[Εἰς Ποσειδῶ hunc hymnum habet cod. Thryllitianus:
Κλῦθι Ποσείδαον, Ζηνὸς παῖ πρεσβυγένεθλε,
οὐρανίων μακάρων τε θεῶν πάτερ ἠδὲ καὶ ἀνδρῶν,
ὁς ναίεις κορυφαῖος ἐπ’ Οὐλύμποιο καρήνων
δεύτερος ἐκ Διὸς εἰληχὼς πάντεσσιν ἀνάσσειν·
ἵππιε, χαλκοτόρευτον ἔχων χείρεσσι τρίαιναν, 5
εὐρύμεδον, χαριτῶπα, τετράορον ἅρμα διώκων·
ὦναξ ποντοκράτωρ, ἱερώτατος, ἀγλαότιμε,
σεμνοῖς μυστιπόλοις χαίρων ὁσίοις τε σεβασμοῖς
ἵλαος εἴης εὐτυχίην μύστῃσι προφαίνων,]

XVIII. ΕΙΣ ΠΛΟΥΤΩΝΑ.

Ὦ τὸν ὑποχθόνιον ναίων δόμον, ὀβριμόθυμε,
Ταρτάριον λειμῶνα βαθύσκιον ἠδὲ λιπαυγῆ,
Ζεῦ χθόνιε, σκηπτοῦχε, τάδ’ ἱερὰ δέξο προθύμως·
Πλούτων, ὃς κατέχεις γαίης κληῖδας ἁπάσης,
πλουτοδοτῶν γενεὴν βροτέην καρποῖς ἐνιαυτῶν· 5
ὃς τριτάτης μοίρης ἔλαχες χθόνα παμβασίλειαν,
ἕδρανον ἀθανάτων, θνητῶν στήριγμα κραταιόν·
ὃς θρόνον ἐστήριξας ὑπὸ ζοφοειδέα χῶρον,
τηλέπορον τ’, ἀκάμαντα, λιπόπνοον, ἄκριτον ᾅδην,
κυάνεόν τ’ Ἀχέρονθ’, ὃς ἔχει ῥιζώματα γαίης· 10
ὃς κρατέεις θνητῶν θανάτου χάριν, ὦ πολυδέγμον·
Εὔβουλ’, ἁγνοπόλου Δημήτερος ὅς ποτε παῖδα