Σελίδα:Orphica, ed. Eugenius Abel (1885).djvu/31

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
17
ΑΡΓΟΝΑΥΤΙΚΑ.

ἀλλά, φίλοι, πελάσωμεν ἐπὶ σπέος, ὄφρα ἴδωμεν 390
ἕξιν παιδὸς ἐμοῖο, καὶ ἤθεσιν οἷσι κέκασται.
Ὣς εἰπὼν ἐξῖκεν ἀταρπιτόν· οἷ δ’ ἑπόμεσθα·
αὐτὰρ ἐπ’ εἰς αὐλὴν εἰσήλθομεν ἠεροειδῆ. (395)
καὶ οἱ κεκλιμένος μὲν ἐπ’ οὐδαίοιο χαμεύνης
κεῖτο μέγας Κένταυρος, ἀπηρήρειστο δὲ πέτρῃ 395
ἱππείῃσιν ὁπλῇσι τανυσσάμενος θοὰ κῶλα.
ἀγχοῦ δ’ ἱστάμενος Θέτιδος καὶ Πηλέος υἱὸς
χερσὶ λύραν ἤρασσε, φρένας δ’ ἐπετέρπετο Χείρων. (400)
ἀλλ' ὅτε δή ῥ’ ἄθρησεν ἀγακλειτοὺς βασιλῆας,
ἀσπασίως ἀνόρουσε, κύσεν δ’ ἄρα φῶτα ἕκαστον· 400
δαῖτα δὲ πόρσυνεν· μέθυ δ’ ἀμφιφορεῦσι κομίσσας
ῥωγαλέαις ἔστρωσεν ὑπὸ στιβάδεσσι πέτηλα·
κλινθῆναι δ’ ἐκέλευσεν, ἀδαιδάλτοις δ’ ὑπὸ πλακταῖς (405)
κρεῖα χύδην προὔθηκε συῶν ἐλάφων τε ταχειῶν·
αὐτὰρ ἔπειτ’ ἐπένειμε ποτὸν μελιηδέος οἴνου. 405
ἀλλ’ ὅτε δὴ δόρποιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ,
χερσὶν ἐπικροτέοντες ὁμόκλεον, ὄφρ' ἂν ἔγωγε
δηρίσω Χείρωνι διωλύγιον κιθαρίζων. (410)
ἀλλ’ ἐγὼ οὐ πιθόμην· περὶ γάρ μοι ἐπήλυθεν αἰδώς,
ὁπλότερον γεγαῶτα γεραιτέρῳ ἰσοφαρίζειν· 410
μέσφ’ αὐτὸς Χείρων ἐλιλαίετο καί μ’ ἀέκοντα
ἠνώγει ᾄδοντ’ ἐριδαινέμεν εἵνεκα μολπῆς.
πρῶτος δ’ αὖ Κένταυρος ἀείρατο πηκτίδα καλήν, (415)
ἥν ῥα οἱ ἐν χείρεσσι φέρων ὤρεξεν Ἀχιλλεύς.
ὃς δ’ ἄρ’ ἄειδε μάχην Κενταύρων ὀμβριμοθύμων, 415
οὓς Λαπίθαι κατέπεφνον ἀτασθαλίης ἕνεκα σφῆς,
ἠδ’ ὥς Ἡρακλῆϊ καταντία μαιμώοντες
ἐν Φολόῃ δήρισαν· ἐπεὶ μένος οἴνου ἔγειρεν. (420)