οἳ δὴ καὶ ταρσοῖσιν ὑπουατίοις πεπότηντο,
Ζήτης καὶ Κάλαϊς, δέμας εἴκελοι ἀθανάτοισιν.
αὐτὰρ δὴ Πελίαο Φεραιόθεν ἤλυθ’ ἄνακτος
ἀγχιστεύς. νηὸς γὰρ ἐπ’ Ἀργῴης λελίητο (225)
ἄξεινον ποτὶ Φᾶσιν ἅμ’ ἡρώεσσιν πέλάσσαι. 225
σὺν δέ οἱ ἦλθ’ ἕταρος Ἡρακλῆος θείοιο,
καλὸς Ὕλας· τῷ δ’ οὔπω ὑπὲρ δροσεροῖο γενείου
ἀργεννὰς ἐρύθηνε παρηίδας ἁβρὸς ἴουλος,
ἀλλ’ ἔτι κοῦρος ἔην, πολὺ δ’ ἤνδανεν Ἡρακλῆι. (230)
Οὗτοι μὲν ποτὶ νῆα καὶ ἐς λόχον ἠγερέθοντο. 230
Καί ῥά οἱ ἄλλοθεν ἄλλος ἐκέκλετο ἠδ’ ἀγόρευε.
δεῖπνα δὲ πορσύνοντο πολυξείνοιο τραπέζης
ἥμενοι ἑξείης· πόθεεν δέ τοι ἔργον ἕκαστος.
αὐτὰρ ἐπεὶ σίτοιο ποτοῦ θ’ ἅλις ἔπλετο θυμῷ, (235)
ἀνστάντες ῥ’ ἅμα πάντες ἀπὸ ψαμάθοιο βαθείης 235
ἤϊον, ἔνθά τ’ ἔμιμνεν ὑπὲρ ψαμάθου ἁλίη ναῦς,
τήν ῥά τότ’ εἰσορόωντες ἐθάμβεον· αὐτὰρ ἔπειτα
Ἄργος ἐπιφροσύνῃσι νόου πόρσυνεν ὀχλίζειν,
δουρατέῃσι φάλαγξι καὶ εὐστρέπτοισι κάλωσι (240)
πρυμνόθεν ἀρτήσας. κάλεεν δ’ ἐπὶ μόχθον ἱκάνειν 240
πάντας κυδαίνων. οἳ δ’ ἐσσυμένως ὑπάκουσαν·
τεύχεα δ’ ἐκδύνοντο, περὶ στέρνοισι δ’ ἀνῆπτον
σειραίην μήρινθον· ἐπέβριθεν δ’ ἄρ' ἕκαστος
αἶψα θοὸν ποτὶ κῦμα κατειρύσαι εὔλαλον Ἀργώ. (245)
ἣ δέ οἱ ἐγχριφθεῖσα ποτὶ ψαμάθῳ βεβάρητο, 245