ὄσσοι μὴ τὁ σὸν ἦλθον ὑπὸ ζυγόν, ἀλλοπρόσαλλοι,
πλάστιγξι βριαρῇσι παρεγκλίναντες ἀπλήστως·
ἀστασίαστε, φίλη πάντων, φιλόκωμ’, ἐρατεινή,
εἰρήνῃ χαίρουσα, βίον ζηλοῦσα βέβαιον·
αἰεὶ γὰρ τὸ πλέον στυγέεις, ἰσότητι δὲ χαίρεις· 10
ἐν σοὶ γὰρ σοφίη ἀρετῆς τέλος ἐσθλὸν ἱκάνει.
κλῦθι, θεά, κακίην θνητῶν θραύουσα δικαίως,
ὡς ἂν ἰσορροπίῃσιν ἀεὶ βίος ἐσθλὸς ὁδεύῃ
θνητῶν ἀνθρώπων, οἳ ἀρούρης καρπὸν ἔδουσι,
καὶ ζῴων πάντων, ὁπόσ’ ἐν κόλποισι τιθηνεῖ 15
γαῖα θεὰ μήτηρ καὶ πόντιος εἰνάλιος Ζεύς.
Ἀθανάτων καλέω καὶ θνητῶν ἁγνὸν ἄνακτα,
οὐράνιον Νόμον, ἀστροθέτην, σφρηγῖδα δικαίην
πόντου τ’ εἰναλίου καὶ γῆς, φύσεως τὸ βέβαιον
ἀκλινὲς ἀστασίαστον ἀεὶ τηροῦντα νόμοισιν,
οἷσιν ἄνωθε φέρων μέγαν οὐρανὸν αὐτὸς ὁδεύει, 5
καὶ φθόνον οὐτιδανὸν ῥοίζου τρόπον ἐκτὸς ἐλαύνει·
ὃς καὶ θνητοῖσιν βιοτῆς τέλος ἐσθλὸν ἐγείρει·
αὐτὸς γὰρ μοῦνος ζῴων οἴηκα κρατύνει
γνώμαις ὀρθοτάτας συνεών, ἀδιάστροφος αἰεί,
ὠγύγιος, πολύπειρος, ἀβλάπτως πᾶσι συνοικῶν 10
τοῖς νομίμοις, ἀνόμοις δὲ φέρων κακότητα βαρεῖαν.
ἀλλά, μάκαρ, πάντιμε, φερόλβιε, πᾶσι ποθεινέ,
εὐμενὲς ἦτορ ἔχων μνήμην σέο πέμπε, φέριστε.
Ἄρρηκτ’, ὀμβριμόθυμε, μεγασθενές, ἄλκιμε δαῖμον,
ὁπλοχαρής, ἀδάμαστε, βροτοκτόνε, τειχεσιπλῆτα,