Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/74

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
20
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. κδʹ. κεʹ. κϛʹ.

ρῳχηκέναι τῆς νυκτὸς, αὐτὸς ἐφ’ ἑαυτοῦ καὶ ἐπὶ κλίνης ὢν, ἢ ὕμνους ἐποίει ἢ τὰ δόγματα ἐξετάζων ηὕρισκε, καὶ ἐξανιστάμενος μεθ’ ἡμέραν ἀπεγράφετο.


κεʹ.

Σωφροσύνην δὲ τὴν ταύταις ἀντακολουθοῦσαν εἷχεν ἑπομένην. Αὕτη δὲ ἐστὶν ἡ εἴσω πρὸς νοῦν στροφὴ τῆς ψυχῆς, πρὸς δὲ τὰ ἄλλα πάντα ἀνέπαφος. καὶ ἀπερίσπαστος διάθεσις. Ἀνδρίαν δὲ τήν ξυνέριθον τελείως προὐβάλλετο, τήν ἀπάθειαν τοῦ πρὸς ὃ ἔβλεπε ζηλώσας, ἀπαθοῦς ὄντος ἐκείνου τὴν φύσιν, καὶ ὅλως ζῶν κατὰ Πλωτῖνον, οὐχὶ τὸν ἀνθρώπου βίον τὸν τοῦ ἀγαθοῦ, ὃν ἀξιοῖ ἡ πολιτικὴ ἀρετὴ διαζῇν, ἀλλὰ τοῦτον μὲν καταλιπὼν, ἕτερον δὲ ἀλλαξάμενος τὸν τῶν θεῶν· προς γὰρ τούτους αὐτῷ, οὐ προς ἀνθρώπους ἀγαθοὺς ἡ ὁμοίωσις.


κϛʹ.

Καὶ τοιαύταις μὲν ἀρεταῖς συνεβίω ἔτι συσχολάζων τῷ φιλοσόφῳ Συριανῷ, καὶ τὰς τῶν ἀρχαιοτέρων ἐπεξιὼν πραγματείας· τῆς δὲ Ὀρφικῆς καὶ Χαλδαϊκῆς θεολογίας στοιχεῖα ἄττα καὶ οἱονεὶ σπέρματα παρὰ τοῦ διδασκάλου λαβὼν, διὰ τὸ μὴ φθῆναι καὶ ἐν τοῖς ἔπεσιν αὐτῷ συγγενέσθαι (προέθετο μὲν γὰρ ἐξηγήσασθαι αὐτῷ τε καὶ τῷ ἐκ τῆς Συρίας φιλοσόφῳ καὶ διαδόχῳ Δομνίνῳ θάτερα τούτων, ἤτοι τὰ Ὀρφέως ἢ τὰ λόγια, καὶ αἵρεσιν αὐτοῖς προὔτεινε τῶν ἑτέρων· ἐπειδὴ δὲ οὐ συνήχθησαν, οὐδὲ τὰ αὐτὰ εἵλοντο ἀμφότεροι, ἀλλ’ ἐκεῖνος μὲν τὰ Ὀρφέως, ὁ δὲ ἡμέτερος τὰ λόγια, τοῦτό τε αὐτὸ διεκώλυσεν καὶ τὸ μὴ πολὺν ἐπιβιῶναι χρόνον τὸν μέγαν Συριανὸν), λαβὼν δ’ οὖν, ὡς εἴρηται, παρὰ τοῦ καθηγεμόνος τὰς ἀφορμὰς, καὶ μετ’ ἐκεῖνον τοῖς τε εἰς Ὀρφέα αὐτοῦ ὑπομνήμασιν ἐπιμελῶς ἐντυγχάνων, καὶ τοῖς Πορφυρίου καὶ Ἰαμβλίχου μυρίους ὅσοις εἰς τὰ λόγια καὶ τα σύστοιχα τῶν Χαλδαίων συγγράμματα, αὐτοῖς τε τοῖς θείοις λογίοις ἐντρεφόμενος, ἐπὶ τὰς ἀκροτάτας τῶν ἀρετῶν, ὡς πρὸς ἀνθρωπίνην ψυχὴν, ἀνέδραμεν, ἃς ὁ ἔνθους Ἰάμ-