Σελίδα:Marini Vita Procli Graece et Latine (1814).djvu/67

Από Βικιθήκη
Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
13
ΜΑΡΙΝΟΥ ΠΡΟΚΛΟΣ. ιεʹ. ιϛʹ.

φασιν αὐτῷ τὸ δαιμόνιον τῆς ἀποδημίας ταύτην ἐμηχανήσατο. Αὐτός τε γὰρ τὰ παρ’ ἐκείνοις σαφῶς ἐπεγίγνωσκε, κακεῖνοι, εἴτι ὑπὸ τοῦ μακροῦ χρόνου παρεώρων τῶν δρωμένων, ἐδιδάσκοντο, ὑφηγουμένου τοῦ φιλοσόφου τὰ τῶν θεῶν ἐντελέστερον. Καὶ ταῦτα πάντα δρῶν, καὶ κατὰ ταῦτα ζῶν, τοσοῦτον ἐλάνθανεν, ὅσον οὐδὲ οἱ Πυθαγόρειοι τὸ ΛΆΘΕ ΒΙΏΣΑΣ παράγγελμα του καθηγεμόνος ἀσάλευτον φυλάττοντες. Ἐνιαυτὸν δὲ μόνον περὶ Λυδίαν διατρίψας, πάλιν εἰς τὰς Ἀθήνας ἐπανῆλθεν προνοίᾳ τῆς φιλοσόφου θεοῦ. Οὕτω μὲν οὖν αὐτῷ καὶ τὰ τῆς ἀνδρείας, φύσει τε ἐξ ἀρχῆς καὶ ἔθει, καὶ μετά ταῦτα ἐπιστήμῃ, καὶ τῷ τῆς αἰτίας λογισμῷ κατεδεῖτο. Καὶ τρόπῳ δὲ ἄλλῳ τὴν πολιτικήν ἕξιν πρακτικὸν ἀπέφῃνεν, τοῖς ἐν ταῖς δυναστείαις ἐπιστέλλων, καὶ ὅλας πόλεις ἐκ τούτων εὖ ποιῶν. Μάρτυρες. δέ μοι τοῦ λόγου οἱ εὖ πεπονθότες ἄνθρωποι, νῦν μὲν Ἀθηναῖοι, αὖθις δὲ Ἀργεῖοι καὶ ἄλλοι ἐξ ἄλλων ἐθνῶν.


ιϛʹ.

Ἐντεῦθεν δὲ καὶ τὰ τῶν λογικῶν ἐπιτηδευμάτων ηὔξησεν, αὐτός τε ἐπικουρῶν τοῖς μετιοῦσι, καὶ τοὺς ἄρχοντας ἀπαιτῶν σιτηρέσιά τε καὶ τὰς ἄλλας κατ’ ἀξίαν ἀπονέμειν ἑκάστῳ τιμάς. Καὶ ταῦτα δὲ οὐκ ἀνεξετάστως ἔπραττεν, οὐδὲ κεχαρισμένως, ἀλλὰ καὶ αὐτοὺς ἐκείνους ὑπὲρ ὦν ἐσπούδαζεν, ἠνάγκαζεν ἐπιμελεῖσθαι συντόνως τῶν οἰκείων ἐπιτηδευμάτων, ἐρωτῶν καὶ βασανίζων ἕκαστα τῶν παρ’ αὐτοῖς· ἱκανὸς γὰρ ἦν περὶ ἁπάντων κριτῆς. Εἰ δέ τινα ῥαθυμότερον περὶ τὸ ἑαυτοῦ ἐπάγγελμα ηὕρισκεν, ἐπετίμα σφοδρότερον, ὥστε καὶ δοκεῖν θυμοειδέστατος εἶναι καὶ ἄγαν φιλότιμος, ἐκ τοῦ θέλειν τε ἅμα καὶ δύνασθαι ἅπαντα κρίνειν ὀρθῶς. Καὶ ἦν φιλότιμος, ἀλλὰ τῇ φιλοτιμίᾳ οὐχ, ὡς ἕτεροι, πάθει ἐχρήσατο. Ἐφιλοτιμεῖτο δὲ πρὸς μόνην ἀρετὴν καὶ τὸ ἀγαθόν· τάχα δὲ οὐδ’ ἂν γένοιτό τι μέγα ἐν ἀνθρώποις ἄνευ τῆς τοιαύτης ἐνεργείας. Ἦν δὲ καὶ θυμοειδὴς, οὐδὲ τοῦτο ἀναιρῶ, ἀλλ’ ἅμα καὶ πρᾷος· καὶ γὰρ ἐπαύετο