Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΠΑΡΡΗΣΙΑΔΗΣ
Ἔσται ταῦτα, ὦ Φιλοσοφία. χαίρετε, ὦ βέλτιστοι ἀνδρῶν. ἡμεῖς δὲ κατίωμεν, ὦ Ἔλεγχε, καὶ τελῶμεν τὰ παρηγγελμένα.
ΕΛΕΓΧΟΣ
Ποῖ δὲ καὶ πρῶτον ἀπιέναι δεήσει; μῶν εἰς τὴν Ἀκαδημίαν ἢ εἰς τὴν Στοὰν ἢ1 ἀπὸ τοῦ Λυκείου ποιησώμεθα τὴν ἀρχήν;
ΠΑΡΡΗΣΙΑΔΗΣ
Οὐδὲν διοίσει τοῦτο. πλὴν οἶδά γε ἐγὼ ὡς ὅποι ποτ’ ἂν ἀπέλθωμεν, ὀλίγων μὲν τῶν στεφάνων, πολλῶν δὲ τῶν καυτηρίων δεησόμεθα.
1 ἢ Seybold: not in MSS.
80