Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/76

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
φιλοσοφια

Ἔσται τοῦτο μετ’ ὀλίγον, ἀλλὰ δεχώμεθα ἤδη αὐτούς.

πλατωνικοσ

43 Ἡμᾶς πρώτους χρὴ τοὺς Πλατωνικοὺς λαβεῖν.

πυθαγορικοσ

Οὔκ, ἀλλὰ τοὺς Πυθαγορικοὺς ἡμᾶς· πρότερος γὰρ ὁ Πυθαγόρας ἦν.

στωικοσ

Ληρεῖτε· ἀμείνους ἡμεῖς οἱ ἀπὸ τῆς Στοᾶς.

περιπατητικοσ

Οὐ μὲν οὖν, ἀλλ’ ἔν γε τοῖς χρήμασι πρῶτοι ἂν ἡμεῖς εἴημεν οἱ ἐκ τοῦ Περιπάτου.

επικουρειοσ

Ἡμῖν τοῖς Ἐπικουρείοις τοὺς πλακοῦντας δότε καὶ τὰς παλάθας· περὶ δὲ τῶν μνῶν περιμενοῦμεν, κἂν ὑστάτους δέῃ λαβεῖν.

ακαδημαικοσ

Ποῦ τὰ δύο τάλαντα; δείξομεν γὰρ οἱ Ἀκαδημαϊκοὶ ὅσον τῶν ἄλλων ἐσμὲν ἐριστικώτεροι.

στωικοσ

Οὐχ ἡμῶν γε τῶν Στωϊκῶν παρόντων.

φιλοσοφια

44 Παύσασθε φιλονεικοῦντες· ὑμεῖς δὲ οἱ Κυνικοὶ μήτε ὠθεῖτε ἀλλήλους μήτε τοῖς ξύλοις παίετε· ἐπ’ ἄλλα γὰρ ἴστε κεκλημένοι. Καὶ νῦν ἔγωγε ἡ Φιλοσοφία καὶ Ἀρετὴ αὕτη καὶ Ἀλήθεια δικάσομεν οἵτινες οἱ ὀρθῶς φιλοσοφοῦντές εἰσιν. Εἶτα ὅσοι μὲν ἂν εὑρεθῶσιν κατὰ τὰ ἡμῖν δοκοῦντα βιοῦντες, εὐδαιμονήσουσιν ἄριστοι κεκριμένοι· τοὺς γόητας δὲ καὶ οὐδὲν ἡμῖν προσήκοντας κακοὺς