Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/70

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
πλατων

Τί δὲ ἄλλο ἢ ἀφεῖσθαι αὐτὸν τοῦ ἐγκλήματος καὶ φίλον ἡμῖν καὶ εὐεργέτην ἀναγεγράφθαι; τὸ γοῦν τῶν Ἰλιέων ἀτεχνῶς πεπόνθαμεν τραγῳδόν τινα τοῦτον ἐφ’ ἡμᾶς κεκινήκαμεν ᾀσόμενον τὰς Φρυγῶν συμφοράς. ᾀδέτω δ’ οὖν καὶ τοὺς θεοῖς ἐχθροὺς ἐκτραγῳδείτω.

διογενησ

Καὶ αὐτός, ὦ Φιλοσοφία, πάνυ ἐπαινῶ τὸν ἄνδρα καὶ ἀνατίθεμαι τὰ κατηγορούμενα καὶ φίλον ποιοῦμαι αὐτὸν γενναῖον ὄντα.

φιλοσοφια

39 Εὖ ἔχει· πρόσιθι Παρρησιάδη· ἀφίεμέν σε τῆς αἰτίας, καὶ ἁπάσαις κρατεῖς, καὶ τὸ λοιπὸν ἴσθι ἡμέτερος ὤν.

παρρησιαδησ

Προσεκύνησα τήν γε πρώτην μᾶλλον δέ, τραγικώτερον αὐτὸ ποιήσειν μοι δοκῶ· σεμνότερον γάρ·

ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸν
βίοτον κατέχοις
καὶ μὴ λήγοις στεφανοῦσα.

αρετη

Οὐκοῦν δευτέρου κρατῆρος ἤδη καταρχώμεθα· προσκαλῶμεν κἀκείνους, ὡς δίκην ὑπόσχωσιν ἀνθ’ ὧν εἰς ἡμᾶς ὑβρίζουσι· κατηγορήσει δὲ Παρρησιάδης ἑκάστου.