Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/56

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN
ΠΛΑΤΩΝ

28  Εὖ γε, ὦ Διόγενες, ὑπὲρ ἁπάντων καλῶς ὁπόσα ἐχρῆν ἅπαντα εἴρηκας.

ΦΙΛΟΣΟΦΙΑ

Παύσασθε ἐπαινοῦντες· ἔγχει τῷ ἀπολογουμένῳ. σὺ δὲ ὁ Παρρησιάδης λέγε ἤδη ἐν τῷ μέρει· σοὶ γὰρ τὸ νῦν ῥεῖ. μὴ μέλλε οὖν.

ΠΑΡΡΗΣΙΑΔΗΣ

29  Οὐ πάντα μου, ὦ Φιλοσοφία, κατηγόρησε Διογένης, ἀλλὰ τὰ πλείω καὶ ὅσα ἦν χαλεπώτερα οὐκ οἶδα ὅ τι παθὼν παρέλιπεν. ἐγὼ δὲ τοσούτου δέω ἔξαρνος γενέσθαι ὡς οὐκ εἶπον αὐτά, ἢ ἀπολογίαν τινὰ μεμελετηκὼς ἀφῖχθαι, ὥστε καὶ εἴ τινα ἢ αὐτὸς ἀπεσιώπησεν ἢ ἐγὼ μὴ πρότερον ἔφθην εἰρηκώς, νῦν προσθήσειν μοι δοκῶ. οὕτως γὰρ ἂν μάθοις οὕστινας ἀπεκήρυττον καὶ κακῶς ἠγόρευον ἀλαζόνας καὶ γόητας ἀποκαλῶν. καί μοι μόνον τοῦτο παραφυλάττετε, εἰ ἀληθῆ περὶ αὐτῶν ἐρῶ. εἰ δέ τι βλάσφημον ἢ τραχὺ φαίνοιτο ἔχων ὁ λόγος, οὐ τὸν διελέγχοντα ἐμέ, ἀλλ’ ἐκείνους ἂν οἶμαι δικαιότερον αἰτιάσαισθε, τοιαῦτα ποιοῦντας.

Ἐγὼ γὰρ ἐπειδὴ τάχιστα συνεῖδον ὁπόσα τοῖς ῥητορεύουσιν ἀναγκαῖον τὰ δυσχερῆ προσεῖναι, ἀπάτην καὶ ψεῦδος καὶ θρασύτητα καὶ βοὴν καὶ ὠθισμοὺς καὶ μυρία ἄλλα, ταῦτα μέν, ὥσπερ εἰκὸς ἦν, ἀπέφυγον, ἐπὶ δὲ τὰ σά, ὦ Φιλοσοφία, καλὰ ὁρμήσας ἠξίουν ὁπόσον ἔτι μοι λοιπὸν τοῦ βίου καθάπερ ἐκ ζάλης καὶ κλύδωνος εἰς εὔδιόν

44