Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/50

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
διογενησ

24 Θαρρεῖτε, οὐδὲν ἐλλείψομεν ὑπὲρ ἁπάντων ἐρῶ. κἂν ἡ Φιλοσοφία δὲ πρὸς τοὺς λόγους ἐπικλασθεῖσα—φύσει γὰρ ἥμερος καὶ πρᾶός ἐστιν—ἀφεῖναι διαβουλεύηται αὐτόν, ἀλλ᾽ οὐ τὰ ἐμὰ ἐνδεήσει· δείξω γὰρ αὐτῷ ὅτι μὴ μάτην ξυλοφοροῦμεν.

φιλοσοφια

Τοῦτο μὲν μηδαμῶς, ἀλλὰ τῷ λόγῳ μᾶλλον ἄμεινον γὰρ ἤπερ τῷ ξύλῳ. Μὴ μέλλε δ᾽ οὖν. ἤδη γὰρ ἐγκέχυται τὸ ὕδωρ καὶ πρὸς σὲ τὸ δικαστήριον ἀποβλέπει.

παρρησιαδησ

Οἱ λοιποὶ καθιζέτωσαν, ὦ Φιλοσοφία, καὶ ψηφοφορείτωσαν μεθ᾽ ὑμῶν, Διογένης δὲ κατηγορείτω μόνος.

φιλοσοφια

Οὐ δέδιας οὖν μή σου καταψηφίσωνται;

παρρησιαδησ

Οὐδαμῶς· πλείοσι γοῦν κρατῆσαι βούλομαι.

φιλοσοφια

Γενναῖά σου ταῦτα: καθίσατε δ᾽ οὖν. σὺ δέ, ὦ Διόγενες, λέγε.

διογενησ

25 Οἷοι μὲν ἡμεῖς ἄνδρες ἐγενόμεθα παρὰ τὸν βίον, ὦ Φιλοσοφία, πάνυ ἀκριβῶς οἶσθα καὶ οὐδὲν δεῖ λόγων ἵνα γὰρ τὸ κατ᾽ ἐμὲ σιωπήσω, ἀλλὰ Πυθαγόραν τοῦτον καὶ Πλάτωνα καὶ Ἀριστοτέλη καὶ Χρύσιππον καὶ τοὺς ἄλλους τίς οὐκ οἶδεν ὅσα εἰς τὸν βίον καλὰ εἰσεκομίσαντο; ἃ