Σελίδα:Lucian, Vol 3.djvu/490

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

εἰσιν τοῖς καλλίστοις τούτοις βιβλίοις, ὧν χρυσοῖ μὲν οἱ ὀμφαλοί, πορφυρᾶ δὲ ἔκτοσθεν ἡ διφθέρα, τὰ δὲ ἔνδον ἢ Θυέστης ἐστὶν τῶν τέκνων ἑστιώμενος ἢ Οἰδίπους τῇ μητρὶ συνὼν ἢ Τηρεὺς δύο ἀδελφὰς ἅμα ὀπυίων. τοιοῦτοι καὶ αὐτοί εἰσι, λαμπροὶ καὶ περίβλεπτοι, ἔνδον δὲ ὑπὸ τῇ πορφύρᾳ πολλὴν τὴν τραγῳδίαν σκέποντες· ἕκαστον γοῦν αὐτῶν ἢν ἐξειλήσῃς, δρᾶμα οὐ μικρὸν εὑρήσεις Εὐριπίδου τινὸς ἢ Σοφοκλέους, τὰ δ’ ἔξω πορφύρα εὐανθὴς καὶ χρυσοῦς ὁ ὀμφαλός. ταῦτα οὖν συνεπιστάμενοι αὑτοῖς, μισοῦσι καὶ ἐπιβουλεύουσιν εἴ τις ἀποστὰς ἀκριβῶς κατανενοηκὼς αὐτοὺς ἐκτραγῳδήσει καὶ πρὸς πολλοὺς ἐρεῖ.

42  Βούλομαι δ’ ὅμως ἔγωγε ὥσπερ ὁ Κέβης ἐκεῖνος εἰκόνα τινὰ τοῦ τοιούτου βίου σοι γράψαι, ὅπως εἰς ταύτην ἀποβλέπων εἰδῇς εἴ σοι παριτητέον ἐστὶν εἰς αὐτήν. ἡδέως μὲν οὖν Ἀπελλοῦ τινος ἢ Παρρασίου ἢ Ἀετίωνος ἢ καὶ Εὐφράνορος ἂν ἐδεήθην ἐπὶ τὴν γραφήν· ἐπεὶ δὲ ἄπορον νῦν εὑρεῖν τινα οὕτως γενναῖον καὶ ἀκριβῆ τὴν τέχνην, ψιλὴν ὡς οἷὸν τέ σοι ἐπιδείξω τὴν εἰκόνα.

Καὶ δὴ γεγράφθω προπύλαια μὲν ὑψηλὰ καὶ ἐπίχρυσα καὶ μὴ κάτω ἐπὶ τοῦ ἐδάφους, ἀλλ’ ἄνω τῆς γῆς ἐπὶ λόφου κείμενα, καὶ ἡ ἄνοδος ἐπὶ πολὺ καὶ ἀνάντης καὶ ὄλισθον ἔχουσα, ὡς πολλάκις ἤδη πρὸς τῷ ἄκρῳ ἔσεσθαι ἐλπίσαντας ἐκτραχηλισθῆναι διαμαρτόντος τοῦ ποδός. ἔνδον δὲ ὁ Πλοῦτος αὐτὸς καθήσθω χρυσοῦς ὅλος, ὡς δοκεῖ, πάνυ εὔμορφος καὶ ἐπέραστος. ὁ δὲ ἐραστὴς μόλις ἀνελθὼν καὶ πλησιάσας τῇ θύρᾳ τεθηπέτω ἀφορῶν εἰς τὸ χρυσίον. παραλαβοῦσα δ’ αὐτὸν

478