Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/474

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

τὸ πρᾶγμα οὐδὲ ὁ κίνδυνος εὐκαταφρόνητος. ὦτα γὰρ καὶ ὀφθαλμοὶ βασιλέως πολλοί, οὐ μόνον τἀληθῆ ὁρῶντες, ἀλλ’ ἀεί τι καὶ προσεπιμετροῦντες, ὡς μὴ νυστάζειν δοκοῖεν. δεῖ οὖν ὥσπερ ἐν τοῖς Περσικοῖς δείπνοις κάτω νεύοντα κατακεῖσθαι, δεδιότα μή τις εὐνοῦχός σε ἴδῃ προσβλέψαντα μιᾷ, τῶν παλλακίδων, ἐπεὶ ἄλλος γε εὐνοῦχος ἐντεταμένον πάλαι τὸ τόξον ἔχων ἃ μὴ θέμις ὁρῶντα ἕτοιμος κολάσαι, διαπείρας τῷ οἰστῷ μεταξὺ πίνοντος τὴν γνάθον.

30  Εἶτα ἀπελθὼν τοῦ δείπνου μικρόν τι κατέδαρθες· ὑπὸ δὲ ᾠδὴν ἀλεκτρυόνων ἀνεγρόμενος, «Ὢ δείλαιος ἐγώ,» φής, «καὶ ἄθλιος, οἵας τὰς πάλαι διατριβὰς ἀπολιπὼν καὶ ἑταίρους καὶ βίον ἀπράγμονα καὶ ὕπνον μετρούμενον τῇ ἐπιθυμίᾳ καὶ περιπάτους ἐλευθερίους εἰς οἷον βάραθρον φέρων ἐμαυτὸν ἐνσέσεικα. τίνος ἕνεκα ὦ θεοί, ἢ τίς ὁ λαμπρὸς οὗτος μισθός ἐστιν; οὐ γὰρ καὶ ἄλλως μοι πλείω τούτων ἐκπορίζειν δυνατὸν ἦν καὶ προσῆν τὸ ἐλεύθερον καὶ τὸ πάντα ἐπ’ ἐξουσίας; νῦν δὲ τὸ τοῦ λόγου, λέων κρόκῃ δεθείς, ἄνω καὶ κάτω περισύρομαι, τὸ πάντων οἴκτιστον, οὐκ εὐδοκιμεῖν εἰδὼς οὐδὲ κεχαρισμένος εἶναι δυνάμενος. ἰδιώτης γὰρ ἔγωγε τῶν τοιούτων καὶ ἄτεχνος, καὶ μάλιστα παραβαλλόμενος ἀνδράσι τέχνην τὸ πρᾶγμα πεποιημένοις, ὥστε καὶ ἀχάριστός εἰμι καὶ ἥκιστα συμποτικός, οὐδ’ ὅσον γέλωτα ποιῆσαι δυνάμενος. συνίημι δὲ ὡς καὶ ἐνοχλῶ πολλάκις βλεπόμενος, καὶ μάλισθ’ ὅταν

462