Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/470

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἐπιπαρόντος, ἀράμενος ὁ διάκονος τὰ σοὶ παρακείμενα φέρων ἐκείνῳ παρατέθεικεν ὑποτονθορύσας, «Σὺ γὰρ ἡμέτερος εἶ.» τεμνομένου μὲν γὰρ ἐν τῷ μέσῳ ἢ συὸς ὑπογαστρίου ἢ ἐλάφου, χρὴ ἐκ παντὸς ἢ τὸν διανέμοντα ἵλεων ἔχειν ἢ τὴν Προμηθέως μερίδα φέρεσθαι, ὀστᾶ κεκαλυμμένα τῇ πιμελῇ. τὸ γὰρ τῷ μὲν ὑπὲρ σὲ τὴν λοπάδα παρεστάναι ἔστ’ ἂν ἀπαγορεύσῃ ἐμφορούμενος, σὲ δὲ οὕτω ταχέως παραδραμεῖν, τίνι φορητὸν ἐλευθέρῳ ἀνδρὶ κἂν ὁπόσην αἱ ἔλαφοι τὴν χολὴν ἔχοντι; καίτοι οὐδέπω ἐκεῖνο ἔφην, ὅτι τῶν ἄλλων ἥδιστόν τε καὶ παλαιότατον οἶνον πινόντων μόνος σὺ πονηρόν τινα καὶ παχὺν πίνεις, θεραπεύων ἀεὶ ἐν ἀργύρῳ ἢ χρυσῷ πίνειν, ὡς μὴ ἐλεγχθείης ἀπὸ τοῦ χρώματος οὕτως ἄτιμος ὢν συμπότης. καὶ εἴθε γε κἂν ἐκείνου εἰς κόρον ἦν πιεῖν, νῦν δὲ πολλάκις αἰτήσαντος ὁ παῖς «οὐδ’ ἀΐοντι ἔοικεν.»

27  Ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ἢ ὀρχηστοδιδάσκαλος ἢ Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος. τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γ’ ἰσότιμος; κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπ’ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν. ἡδέως δ’ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν

458