Μετάβαση στο περιεχόμενο

Σελίδα:Lucian, Vol 3.djvu/468

Από Βικιθήκη
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
THE WORKS OF LUCIAN

ἐπιδεικνύμενος ὡς οὐδὲ ὁδῷ βαδίζων ἀμελής ἐστι τῶν Μουσῶν, ἀλλ’ εἰς καλὸν τὴν ἐν τῷ περιπάτῳ διατίθεται σχολήν. 26  σὺ δ’ ἄθλιος τὰ μὲν παραδραμών, τὰ δὲ βάδην ἄναντα πολλὰ καὶ κάταντα — τοιαύτη γάρ, ὡς οἶσθα, ἡ πόλις — περιελθὼν ἵδρωκάς τε καὶ πνευστιᾷς, κἀκείνου ἔνδον τινὶ τῶν φίλων πρὸς ὃν ἦλθεν διαλεγομένου, μηδὲ ὅπου καθίζῃς ἔχων ὀρθὸς ὑπ’ ἀπορίας ἀναγιγνώσκεις τὸ βιβλίον προχειρισάμενος.

Ἐπειδάν δὲ ἄσιτόν τε καὶ ἄποτον ἡ νὺξ καταλάβῃ, λουσάμενος πονηρῶς ἀωρὶ περὶ αὐτό που σχεδὸν τὸ μεσονύκτιον ἥκεις ἐπὶ τὸ δεῖπνον, οὐκέθ’ ὁμοίως ἔντιμος οὐδὲ περίβλεπτος τοῖς παροῦσιν, ἀλλ’ ἤν τις ἄλλος ἐπεισέλθῃ νεαλέστερος, εἰς τοὐπίσω σύ· καὶ οὕτως εἰς τὴν ἀτιμοτάτην γωνίαν ἐξωσθεὶς κατάκεισαι μάρτυς μόνον τῶν παραφερομένων, τὰ ὀστᾶ, εἰ ἐφίκοιτο μέχρι σοῦ, καθάπερ οἱ κύνες περιεσθίων ἢ τὸ σκληρὸν τῆς μαλάχης φύλλον ᾧ τὰ ἄλλα συνειλοῦσιν, εἰ ὑπεροφθείη ὑπὸ τῶν προκατακειμένων, ἄσμενος ὑπὸ λιμοῦ παροψώμενος.

Οὐ μὴν οὐδὲ ἡ ἄλλη ὕβρις ἄπεστιν, ἀλλ’ οὔτε ᾠὸν ἔχεις μόνος — οὐ γὰρ ἀναγκαῖόν ἐστιν καὶ σὲ τῶν αὐτῶν ἀεὶ τοῖς ξένοις καὶ ἀγνώστοις ἀντιποιεῖσθαι· ἀγνωμοσύνη γὰρ δὴ τοῦτό γε — οὔτε ἡ ὄρνις ὁμοία ταῖς ἄλλαις, ἀλλὰ τῷ μὲν πλησίον παχεῖα καὶ πιμελής, σοὶ δὲ νεοττὸς ἡμίτομος ἢ φάττα τις ὑπόσκληρος, ὕβρις ἄντικρυς καὶ ἀτιμία. πολλάκις δ’ εἰ ἐπιλίποι ἄλλου τινὸς αἰφνιδίως

414